<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="12"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> σὺ δʼ ἤδη, ὦ Κυνίσκε, οὐδὲ τὰς Μοίρας τιμᾶσθαι πρὸς τῶν ἀνθρώπων ἀξιοῖς; ἀλλʼ ἔοικας ἅπαντα συγχεῖν προαιρεῖσθαι. ἡμεῖς δὲ εἰ καὶ μηδενὸς ἄλλου ἕνεκα, τοῦ γε μαντεύεσθαι καὶ προμηνύειν ἕκαστα τῶν ὑπὸ τῆς Μοίρας κεκυρωμένων δικαίως τιμῴμεθʼ ἄν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> τὸ μὲν ὅλον, ἄχρηστον, ὦ Ζεῦ, προειδέναι τὰ μέλλοντα οἷς γε τὸ φυλάξασθαι αὐτὰ παντελῶς ἀδύνατον· εἰ μὴ ἄρα<note xml:lang="mul" type="footnote" n="v.2.p.76.n.1">εἰ μὴ ἄρα Marcilius: εἰ μὴ παρὰ γ; ἐκτδς εἰ μὴ β.</note> τοῦτο φής, ὡς ὁ προμαθὼν ὅτι ὑπʼ αἰχμῆς σιδηρᾶς τεθνήξεται δύναιτʼ ἂν ἐκφυγεῖν τὸν θάνατον καθείρξας ἑαυτόν; ἀλλʼ ἀδύνατον· ἐξάξει<note xml:lang="mul" type="footnote" n="v.2.p.76.n.2">ἐξάξει Jensius: ἐξάγει MSS.</note> γὰρ αὐτὸν ἡ Μοῖρα κυνηγετήσοντα καὶ παραδώσει τῇ αἰχμῇ· καὶ ὁ Ἄδραστος ἐπὶ τὸν σῦν ἀφεὶς τὴν λόγχην ἐκείνου μὲν ἁμαρτήσεται, φονεύσει δὲ τὸν Κροίσου παῖδα, ὡς ἂν ἀπʼ ἰσχυρᾶς ἐμβολῆς<note xml:lang="mul" type="footnote" n="v.2.p.76.n.3">ἐμβολῆς Fritzsche: ἐντολῆς β; προστάγματος γ.</note> τῶν Μοιρῶν φερομένου τοῦ ἀκοντίου ἐπὶ τὸν νεανίσκον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="13"><sp rend="merge"><speaker>Κυνίσκος</speaker><p>τὸ μὲν γὰρ τοῦ Λαΐου καὶ γελοῖον, τό· <quote rend="blockquote"><l>μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· </l><l>εἰ γὰρ τεκνώσεις (φησὶ) παῖδʼ, ἀποκτενεῖ <corr>ς’</corr> ὁ φύς.</l></quote> περιττὴ γάρ, οἶμαι, ἡ παραίνεσις πρὸς τὰ πάντως οὕτω γενησόμενα. τοιγάρτοι μετὰ τὸν χρησμὸν καὶ ἔσπειρεν καὶ ὁ φὺς ἀπέκτεινεν αὐτόν. ὥστε οὐχ ὁρῶ ἀνθʼ ὅτου ἀπαιτεῖτε τὸν μισθὸν ἐπὶ τῇ μαντικῇ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="14"><sp rend="merge"><speaker>Κυνίσκος</speaker><p>ἐῶ γὰρ λέγειν ὡς λοξὰ καὶ ἐπαμφοτερίζοντα τοῖς πολλοῖς χρᾶν εἰώθατε, οὐ πάνυ <pb n="v.2.p.78"/> ἀποσαφοῦντες εἰ ὁ τὸν Ἅλυν διαβὰς τὴν αὑτοῦ ἀρχὴν καταλύσει ἢ τὴν τοῦ Κύρου· ἄμφω γὰρ δύναται ὁ χρησμός. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ἦν τις, ὦ Κυνίσκε, τῷ Ἀπόλλωνι ὀργῆς αἰτία κατὰ τοῦ Κροίσου, διότι ἐπειρᾶτο ἐκεῖνος αὐτοῦ ἄρνεια κρέα καὶ χελώνην ἐς τὸ αὐτὸ ἕψων. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἐχρῆν μὲν μηδὲ ὀργίζεσθαι θεὸν ὄντα· πλὴν ἀλλὰ καὶ τὸ ἐξαπατηθῆναι τῷ Λυδῷ<note xml:lang="mul" type="footnote" n="v.2.p.78.n.1">τῷ Λυδῷ Harmon: τῷ Λυδῷ ὑπο τοῦ χρησμοῦ MSS.: ὑπὸ τοῦ χρησμοῦ τῷ Λυδῷ Κ. Schwartz.</note> ἐπέπρωτο, οἶμαι, καὶ ὅλως<note xml:lang="mul" type="footnote" n="v.2.p.78.n.2">ὅλως Jacobitz: ἄλλως MSS.</note> τὸ μὴ σαφῶς ἀκοῦσαι τὰ μέλλοντα ἡ Εἱμαρμένη <corr>ἐπέκλωσεν·</corr> ὥστε καὶ ἡ μαντικὴ ὑμῶν ἐκείνης μέρος ἐστίν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="15"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ἡμῖν δὲ οὐδὲν ἀπολείπεις, ἀλλὰ μάτην θεοί ἐσμεν, οὔτε πρόνοιάν τινα εἰσφερόμενοι εἰς τὰ πράγματα οὔτε τῶν θυσιῶν ἄξιοι καθάπερ τρύπανα ὡς ἀληθῶς ἢ σκέπαρνα; καί μοι δοκεῖς εἰκότως μου καταφρονεῖν, ὅτι κεραυνόν, ὡς ὁρᾷς, διηγκυλημένος ἀνέχομαί σε τοσαῦτα καθʼ ἡμῶν διεξιόντα. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> βάλλε, ὦ Ζεῦ, εἴ μοι καὶ κεραυνῷ πληγῆναι εἵμαρται, καὶ σὲ οὐδὲν αἰτιάσομαι τῆς πληγῆς, ἀλλὰ τὴν Κλωθὼ τὴν διὰ σοῦ <corr>τιτρώσκουσαν·</corr> οὐδὲ <pb n="v.2.p.80"/> γὰρ τὸν κεραυνὸν αὐτὸν φαίην ἂν αἴτιον μοι γενέσθαι τοῦ τραύματος. πλὴν ἐκεῖνό γε ὑμᾶς ἐρήσομαι καὶ σὲ καὶ τὴν <corr>Εἱμαρμένην·</corr> σὺ δέ μοι καὶ ὑπὲρ ἐκείνης ἀπόκριναι· ἀνέμνησας γάρ με ἀπειλήσας. </p></sp></div></div></body></text></TEI>