<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="1"><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἐγὼ δέ, <corr>ὦ</corr> Ζεῦ, τὰ μὲν τοιαῦτα <corr>οὐκ</corr> ἐνοχλήσω σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δʼ οὐ πάνυ ῥᾴδια <corr>παρασχεῖν·</corr> ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα εὐχομένων αὐτῶν. ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> τί τοῦτό ἐστιν, ὦ Κυνίσκε; οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος· ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἰδοὺ ταῦτα, ὦ Ζεῦ· ἀνέγνως γὰρ δῆλον ὅτι καὶ σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα· εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ ἑκάστῳ;  </p></sp><pb n="v.2.p.62"/><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> καὶ πάνυ ἀληθῆ ταῦτα· οὐδὲν γάρ ἐστιν ὅ τι μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="2"><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οὐκοῦν ὁπόταν ὁ αὐτὸς Ὅμηρος ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως λέγῃ, <quote rend="blockquote">μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος</quote> καὶ τὰ τοιαῦτα, <corr>ληρεῖν</corr> δηλαδὴ φήσομεν τότε αὐτόν; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> καὶ μάλα· οὐδὲν γὰρ οὕτω γένοιτʼ ἂν ἔξω τοῦ νόμου τῶν Μοιρῶν, οὐδὲ ὑπὲρ τὸ λίνον. οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾄδωσιν, ἀληθῆ ταῦτά <corr>ἐστιν·</corr> ὁπόταν δὲ ἀφῶσιν αὐτοὺς αἱ θεαὶ καὶ καθʼ αὑτοὺς ποιῶσι, τότε δὴ καὶ σφάλλονται καὶ ὑπεναντία τοῖς πρότερον διεξίασι· καὶ συγγνώμη, εἰ ἄνθρωποι ὄντες ἀγνοοῦσι τἀληθές, ἀπελθόντος ἐκείνου ὃ τέως παρὸν ἐρραψῴδει διʼ αὐτῶν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἀλλὰ τοῦτο μὲν οὕτω φήσομεν. ἔτι δὲ κἀκεῖνό μοι ἀπόκριναι· οὐ τρεῖς αἱ Μοῖραί εἰσι, Κλωθὼ καὶ Λάχεσις, οἶμαι, καὶ Ἄτροπος; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν.  </p></sp></div><pb n="v.2.p.64"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="3"><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)">ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη — πολυθρύλητοι γὰρ πάνυ καὶ αὗται — τίνες πότʼ εἰσὶν ἢ τί δύναται αὐτῶν ἑκατέρα; πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας; ἀκούω γοῦν ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱμαρμένης δυνατώτερον. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε· τίνος δʼ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν; </p></sp></div></div></body></text></TEI>