Κυνίσκος ἐγὼ δέ, ὦ Ζεῦ, τὰ μὲν τοιαῦτα οὐκ ἐνοχλήσω σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δʼ οὐ πάνυ ῥᾴδια παρασχεῖν· ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα εὐχομένων αὐτῶν. ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι. Ζεύς τί τοῦτό ἐστιν, ὦ Κυνίσκε; οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος. Κυνίσκος ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν. Ζεύς μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος· ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς. Κυνίσκος ἰδοὺ ταῦτα, ὦ Ζεῦ· ἀνέγνως γὰρ δῆλον ὅτι καὶ σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα· εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ ἑκάστῳ; Ζεύς καὶ πάνυ ἀληθῆ ταῦτα· οὐδὲν γάρ ἐστιν ὅ τι μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι. Κυνίσκος οὐκοῦν ὁπόταν ὁ αὐτὸς Ὅμηρος ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως λέγῃ, μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος καὶ τὰ τοιαῦτα, ληρεῖν δηλαδὴ φήσομεν τότε αὐτόν; Ζεύς καὶ μάλα· οὐδὲν γὰρ οὕτω γένοιτʼ ἂν ἔξω τοῦ νόμου τῶν Μοιρῶν, οὐδὲ ὑπὲρ τὸ λίνον. οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾄδωσιν, ἀληθῆ ταῦτά ἐστιν· ὁπόταν δὲ ἀφῶσιν αὐτοὺς αἱ θεαὶ καὶ καθʼ αὑτοὺς ποιῶσι, τότε δὴ καὶ σφάλλονται καὶ ὑπεναντία τοῖς πρότερον διεξίασι· καὶ συγγνώμη, εἰ ἄνθρωποι ὄντες ἀγνοοῦσι τἀληθές, ἀπελθόντος ἐκείνου ὃ τέως παρὸν ἐρραψῴδει διʼ αὐτῶν. Κυνίσκος ἀλλὰ τοῦτο μὲν οὕτω φήσομεν. ἔτι δὲ κἀκεῖνό μοι ἀπόκριναι· οὐ τρεῖς αἱ Μοῖραί εἰσι, Κλωθὼ καὶ Λάχεσις, οἶμαι, καὶ Ἄτροπος; Ζεύς πάνυ μὲν οὖν. Κυνίσκος ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη — πολυθρύλητοι γὰρ πάνυ καὶ αὗται — τίνες πότʼ εἰσὶν ἢ τί δύναται αὐτῶν ἑκατέρα; πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας; ἀκούω γοῦν ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱμαρμένης δυνατώτερον. Ζεύς οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε· τίνος δʼ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν;