Μεγαπένθης ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι· ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον. ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον. Κλωθώ ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις; Μεγαπένθης καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν. Κλωθώ ἕλκετε αὐτόν· ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών. Μεγαπένθης μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια· ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας. Κλωθώ Ἀμέλησον· ἄλλος τειχιεῖ. Μεγαπένθης καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ. Κλωθώ τὸ ποῖον; Μεγαπένθης εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας Πέρσας γ. καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον. Κλωθώ οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν.