<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="5"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> εὖ λέγεις· ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν <pb n="v.2.p.10"/> καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον· σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει· σὺ δέ, ὦ Ἑρμῆ,<note xml:lang="mul" type="footnote" n="v.2.p.10.n.1">συντίθει· σὺ δέ, ὦ Ἑρμῆ Jacobs: συντίθει, ὦ Ἑρμῆ· σὺ δὲ MSS.</note> τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθʼ ὥραν τετρυγημένοι. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί. </p></sp></div></div></body></text></TEI>