Κλωθώ ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν. Χάρων τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς; Κλωθώ εὖ λέγεις· ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον· σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει· σὺ δέ, ὦ Ἑρμῆ, συντίθει· σὺ δέ, ὦ Ἑρμῆ Jacobs: συντίθει, ὦ Ἑρμῆ· σὺ δὲ MSS. τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι; Ἑρμῆς ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων. Χάρων βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων. Ἑρμῆς βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα; Κλωθώ τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν. Ἑρμῆς ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθʼ ὥραν τετρυγημένοι. Χάρων νὴ Δίʼ, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.