<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="26"><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει· γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ <pb n="v.2.p.50"/> τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ· ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος<note xml:lang="mul" type="footnote" n="v.2.p.50.n.1">προσεταιρισάμενος Jacobitz: προσεταιρούμενοε, προσεπαιρόμενος MSS.</note> καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατʼ ἀξίαν δύναιο ἂν παρʼ αὐτοῦ λαβεῖν τὴν δίκην· ῥᾷον<note xml:lang="mul" type="footnote" n="v.2.p.50.n.2">ῥᾷον Bentley: ῥᾴδιον MSS.</note> γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν ἀλλὰ<note xml:lang="mul" type="footnote" n="v.2.p.50.n.3">ἀλλὰ Bekker: not in MSS.</note> καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, <corr>ὅς</corr> γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα ὅτι μὴ ἄλλως <corr>κενή</corr> τίς ἐστι κατʼ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπʼ αὐτοῦ πεφονευμένους· μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις. </p></sp></div><pb n="v.2.p.52"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="27"><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δʼ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τίνας τούτους λέγεις; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν <corr>κλίνην·</corr> μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων.<note xml:lang="mul" type="footnote" n="v.2.p.52.n.1">παρέστων Cobet: παρέστω MSS.</note> εὖ γε ἐποίησαν ὑπακούσαντες. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ· <corr>προτέρα</corr> δὲ σὺ ἡ Κλίνη λέγε. </p></sp><sp><speaker>Κλίνη</speaker><p rend="align(indent)"> πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι· τοιαῦτα ἦν ἃ ἐπʼ ἐμοῦ διεπράττετο. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει. </p></sp><pb n="v.2.p.54"/><sp><speaker>Λύχνος</speaker><p rend="align(indent)"> ἐγὼ τὰ μεθʼ ἡμέραν μὲν οὐκ εἶδον· οὐ γὰρ παρῆν· ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ <corr>λέγειν·</corr> πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι <corr>θέλων·</corr> ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="28"><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"><corr>Ἅλις</corr> ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν οὖν κολασθείη τρόπον; ἆρʼ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> μηδαμῶς· ἀλλʼ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="29"><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> διὰ τί δή; </p></sp><pb n="v.2.p.56"/><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> εὖ λέγεις· καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον.</p></sp></div></div></body></text></TEI>