<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="21"><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε· καὶ σὺ δός· παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> παίζεις, ὦ Χάρων, ἢ καθʼ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δή<note xml:lang="mul" type="footnote" n="v.2.p.40.n.2">δή Fritzsche: ἦδη MSS.</note> τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. <pb n="v.2.p.42"/> ἀποβαίνετε δʼ ὅμως· ἐγὼ δὲ ἵππους καὶ βοῦς <corr>καὶ</corr> κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι· διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, <corr>παραλαβών·</corr> ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα· τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Προΐωμεν, ὦ οὗτοι· μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="22"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς Μέγιλλος; ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλʼ ἤδη καὶ τὸ τριβώνιον τέως<note xml:lang="mul" type="footnote" n="v.2.p.42.n.1">τέως Cobet: πρότερον τέως MSS.</note> ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως· ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἐνταῦθα λέγω σοι, Μίκυλλε· ἀλλʼ ἅμα, εἰ δοκεῖ, βαδίζωμεν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> εὖ λέγεις· ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι, — ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια — οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> εὖ λέγεις· ἰδοὺ γοῦν<note xml:lang="mul" type="footnote" n="v.2.p.42.n.2">γοῦν Fritzsche: οὖν MSS.</note> προσέρχεται δᾳδουχοῦσά <pb n="v.2.p.44"/> τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ ἄρα που Ἐρινύς ἐστιν; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἔοικεν ἀπό γε τοῦ σχήματος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="23"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις. </p></sp><sp><speaker>Τισιφόνη</speaker><p rend="align(indent)"> καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> πρόσαγε αὐτούς, ὦ Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τίνος ἕνεκα; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς<note xml:lang="mul" type="footnote" n="v.2.p.44.n.1">τυράννου τινὸς Fritzsche: τινος MSS. Cf. 24, end, 25.</note> ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ οὐχὶ πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν τινα ἐβίωσα τὸν τρόπον. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τίς δὲ σύ; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)">Κυνίσκος,  ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> δεῦρʼ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι. σὺ δὲ προσκάλει τοὺς κατηγόρους. </p></sp></div><pb n="v.2.p.46"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="24"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οὐδεὶς προσέρχεται. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> ἀλλʼ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε· ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην; </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθʼ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἰδού σοι γυμνὸς παρέστηκα· ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο; ἴχνη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἐγώ σοι φράσω· πάλαι πονηρὸς διʼ ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατʼ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην. </p></sp><pb n="v.2.p.48"/><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλʼ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="25"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον· πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τίς δὲ ὢν τυγχάνεις; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὁ σκυτοτόμος Μίκυλλος. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος· ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ; πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλʼ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη· πλησίον γὰρ ἁνὴρ<note xml:lang="mul" type="footnote" n="v.2.p.48.n.1">ἁνὴρ Sommerbrodt: ἀνὴρ, ὁ ἀνὴρ MSS.</note> οὑτοσί. </p></sp></div></div></body></text></TEI>