Χάρων ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε· καὶ σὺ δός· παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε. Μίκυλλος παίζεις, ὦ Χάρων, ἢ καθʼ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δή δή Fritzsche: ἦδη MSS. τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον. Χάρων Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. ἀποβαίνετε δʼ ὅμως· ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι· διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ. Κλωθώ ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών· ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα· τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι. Ἑρμῆς Προΐωμεν, ὦ οὗτοι· μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι. Μίκυλλος ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς Μέγιλλος; ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλʼ ἤδη καὶ τὸ τριβώνιον τέως τέως Cobet: πρότερον τέως MSS. ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως· ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις; Κυνίσκος ἐνταῦθα λέγω σοι, Μίκυλλε· ἀλλʼ ἅμα, εἰ δοκεῖ, βαδίζωμεν. Μίκυλλος εὖ λέγεις· ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι, — ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια — οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ; Κυνίσκος εὖ λέγεις· ἰδοὺ γοῦν γοῦν Fritzsche: οὖν MSS. προσέρχεται δᾳδουχοῦσά τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ ἄρα που Ἐρινύς ἐστιν; Μίκυλλος ἔοικεν ἀπό γε τοῦ σχήματος. Ἑρμῆς παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις. Τισιφόνη καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει. Ῥαδάμανθυς πρόσαγε αὐτούς, ὦ Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει. Κυνίσκος ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών. Ῥαδάμανθυς τίνος ἕνεκα; Κυνίσκος πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς τυράννου τινὸς Fritzsche: τινος MSS. Cf. 24, end, 25. ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ οὐχὶ πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν τινα ἐβίωσα τὸν τρόπον. Ῥαδάμανθυς τίς δὲ σύ; Κυνίσκος Κυνίσκος, ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος. Ῥαδάμανθυς δεῦρʼ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι. σὺ δὲ προσκάλει τοὺς κατηγόρους. Ἑρμῆς εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω. Κυνίσκος οὐδεὶς προσέρχεται. Ῥαδάμανθυς ἀλλʼ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε· ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων. Κυνίσκος ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην; Ῥαδάμανθυς ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθʼ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει. Κυνίσκος ἰδού σοι γυμνὸς παρέστηκα· ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα. Ῥαδάμανθυς καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο; ἴχνη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας; Κυνίσκος ἐγώ σοι φράσω· πάλαι πονηρὸς διʼ ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατʼ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην. Ῥαδάμανθυς ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλʼ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει. Μίκυλλος καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον· πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει. Ῥαδάμανθυς τίς δὲ ὢν τυγχάνεις; Μίκυλλος ὁ σκυτοτόμος Μίκυλλος. Ῥαδάμανθυς εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος· ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει. Ἑρμῆς Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ; πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλʼ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα. Ῥαδάμανθυς σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη· πλησίον γὰρ ἁνὴρ ἁνὴρ Sommerbrodt: ἀνὴρ, ὁ ἀνὴρ MSS. οὑτοσί.