<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="2"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ κἀκεῖνός ἐστιν. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἀλλʼ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλʼ ἐγὼ οἶδα τὴν <corr>αἰτίαν·</corr> παρʼ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δʼ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ <corr>ἄφθονον·</corr> ὥστε ἥδιον παρʼ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρʼ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς <corr>ἀποδιδράσκων·</corr> ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται. </p></sp></div></div></body></text></TEI>