Κλωθώ τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ κἀκεῖνός ἐστιν. Χάρων ἀλλʼ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλʼ ἐγὼ οἶδα τὴν αἰτίαν· παρʼ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δʼ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον· ὥστε ἥδιον παρʼ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρʼ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων· ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται.