<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="12"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, διʼ ὅπερ ἐπόθουν κἂν<note xml:lang="mul" type="footnote" n="v.2.p.24.n.1">πὰν S, Fritzsche: καὶ other MSS.</note> πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τί δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα <pb n="v.2.p.26"/> μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος· εἶτʼ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, <q>σὺ μέντοι,</q> φησίν, <q>ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας·</q> καὶ ταῦθʼ ἅμα λέγων <corr>παρέτιλλέ</corr> τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, <q> εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,</q> ἐπειπὼν ᾤχετο· ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην — </p></sp></div></div></body></text></TEI>