Μεγαπένθης οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι. Κλωθώ τὸ ποῖον; Μεγαπένθης εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον. Κλωθώ ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν. Μεγαπένθης ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον; Κλωθώ ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται· αἱ εἰκόνες αἱ εἰκόνες Fritzsche: εἰκόνες MSS. δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις. Μεγαπένθης εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει ἀγανακτήσει Κ. Schhwartz: ἀγανακτεῖ MSS. τοῖς δρωμένοις; Κλωθώ τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες; Μεγαπένθης καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι· καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ. Κλωθώ τοιγαροῦν παρʼ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες· τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε. Μεγαπένθης τοῦτʼ ἄρα πικροῦ τινος ᾐσθόμην· τί βουλόμενος δὲ ταῦτα ἔπραξε; Κλωθώ πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον.