<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="10"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου. εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> πάλαι ταῦτα <corr>ηὐχόμην·</corr> νυνὶ δὲ ὁρῶ τὸ βέλτιον. </p></sp><pb n="v.2.p.22"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἥξει κἀκεῖνός σοι μετʼ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="11"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τὸ ποῖον; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται· αἱ εἰκόνες<note xml:lang="mul" type="footnote" n="v.2.p.22.n.1">αἱ εἰκόνες Fritzsche: εἰκόνες MSS.</note> δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει<note xml:lang="mul" type="footnote" n="v.2.p.22.n.2">ἀγανακτήσει Κ. Schhwartz: ἀγανακτεῖ MSS.</note> τοῖς δρωμένοις; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα <pb n="v.2.p.24"/> ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι· καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τοιγαροῦν παρʼ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες· τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τοῦτʼ ἄρα πικροῦ τινος <corr>ᾐσθόμην·</corr> τί βουλόμενος δὲ ταῦτα ἔπραξε; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)">πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="12"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, διʼ ὅπερ ἐπόθουν κἂν<note xml:lang="mul" type="footnote" n="v.2.p.24.n.1">πὰν S, Fritzsche: καὶ other MSS.</note> πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τί δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα <pb n="v.2.p.26"/> μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος· εἶτʼ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, <q>σὺ μέντοι,</q> φησίν, <q>ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας·</q> καὶ ταῦθʼ ἅμα λέγων <corr>παρέτιλλέ</corr> τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, <q> εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,</q> ἐπειπὼν ᾤχετο· ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην — </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="13"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι· καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> κατὰ <corr>τυράννου</corr> μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν <corr>δίκην·</corr> τὸ δὲ νῦν ἔχον μὴ διάτριβε. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως· ἀναβιῶναί με ἔασον μόνον. </p></sp><pb n="v.2.p.28"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ποῦ ʼστιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη ἑκών. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἕπου νῦν, δραπέτα· δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,<note xml:lang="mul" type="footnote" n="v.2.p.28.n.1">τὸ δεῖνα Fritzsche: τὸν δεῖνα MSS.</note> ὅπως ἀσφαλῶς — </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ὅτι τί; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δʼ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος. </p></sp></div></div></body></text></TEI>