Χάρων Εἶεν, ὦ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὐτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον· ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπʼ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον· κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον· καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρʼ ἄλλῳ οὔσης τῆς αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει ὁ γεννάδας παρελθών· μία γὰρ αὐτοῦ καὶ αὕτη τῶν τεχνῶν. ὁ δʼ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.