Λυκῖνος τοὺς μὲν ἄλλους τί ἄν σοι λέγοιμι; οἱ δὲ ἀπὸ φιλοσοφίας καὶ λόγων, οὕσπερ ἐθέλεις, οἶμαι, ἀκοῦσαι μάλιστα, Ζηνόθεμις ἦν ὁ πρεσβύτης ὁ ἀπὸ τῆς στοᾶς καὶ ξὺν αὐτῷ Δίφιλος ὁ Λαβύρινθος ἐπίκλην, διδάσκαλος οὗτος ὢν τοῦ Ἀρισταινέτου υἱέος τοῦ Ζήνωνος· τῶν δὲ ἀπὸ τοῦ περιπάτου Κλεόδημος, οἶσθα τὸν στωμύλον, τὸν ἐλεγκτικόν, Ξίφος αὐτὸν οἱ μαθηταὶ καὶ Κοπίδα καλοῦσιν. ἀλλὰ καὶ ὁ Ἐπικούρειος Ἕρμων παρῆν, καὶ εἰσελθόντα γε αὐτὸν εὐθὺς ὑπεβλέποντο οἱ Στωϊκοὶ καὶ ἀπεστρέφοντο καὶ δῆλοι ἦσαν ὥς τινα πατραλοίαν καὶ ἐναγῆ μυσαττόμενοι. οὗτοι μὲν αὐτοῦ Ἀρισταινέτου φίλοι καὶ συνήθεις ὄντες παρεκέκληντο ἐπὶ δεῖπνον καὶ ξὺν αὐτοῖς ὁ γραμματικὸς Ἱστιαῖος καὶ ὁ ῥήτωρ Διονυσόδωρος. Λυκῖνος διὰ δὲ τὸν νυμφίον τὸν Χαιρέαν Ἴων ὁ Πλατωνικὸς συνειστιᾶτο διδάσκαλος αὐτοῦ ὤν, σεμνός τις ἰδεῖν καὶ θεοπρεπὴς καὶ πολὺ τὸ κόσμιον ἐπιφαίνων τῷ προσώπῳ· κανόνα γοῦν οἱ πολλοὶ ὀνομάζουσιν αὐτὸν εἰς τὴν ὀρθότητα τῆς γνώμης ἀποβλέποντες. καὶ ἐπεὶ παρῆλθεν, ὑπεξανίσταντο πάντες αὐτῷ καὶ ἐδεξιοῦντο ὥς τινα τῶν κρειττόνων, καὶ ὅλως θεοῦ ἐπιδημία τὸ πρᾶγμα ἦν Ἴων ὁ θαυμαστὸς συμπαρών. Λυκῖνος δέον δὲ ἤδη κατακλίνεσθαι ἁπάντων σχεδὸν παρόντων, ἐν δεξιᾷ μὲν εἰσιόντων αἱ γυναῖκες ὅλον τὸν κλιντῆρα ἐκεῖνον ἐπέλαβον, οὐκ ὀλίγαι οὖσαι, καὶ ἐν αὐταῖς ἡ νύμφη πάνυ ἀκριβῶς ἐγκεκαλυμμένη, ὑπὸ τῶν γυναικῶν περιεχομένη· ἐς δὲ τὸ ἀντίθυρον ἡ ἄλλη πληθύς, ὡς ἕκαστος ἀξίας εἶχε. Λυκῖνος κατʼ ἀντικρὺ δὲ τῶν γυναικῶν πρῶτος ὁ Εὔκριτος, εἶτα Ἀρισταίνετος. εἶτα ἐνεδοιάζετο πότερον χρὴ πρότερον Ζηνόθεμιν τὸν Στωϊκὸν ἅτε γέροντα ἢ Ἕρμωνα τὸν Ἐπικούρειον, ἱερεὺς γὰρ ἦν τοῖν ἀνάκοιν καὶ γένους τοῦ πρώτου ἐν τῇ πόλει. ἀλλὰ ὁ Ζηνόθεμις ἔλυσε τὴν ἀπορίαν· εἰ γάρ με, φησίν, ὦ Ἀρισταίνετε, δεύτερον ἄξεις τουτουὶ τοῦ ἀνδρός, τουτουὶ τοῦ ἀνδρός MSS. : τουτουί, ἀνδρός Bekker. ἵνα μηδὲν ἄλλο κακὸν εἴπω, Ἐπικουρείου, ἄπειμι ὅλον σοι τὸ συμπόσιον καταλιπών· καὶ ἅμα τὸν παῖδα ἐκάλει καὶ ἐξιόντι ἐῴκει. καὶ ὁ Ἕρμων, Ἔχε μέν, ὦ Ζηνόθεμι, τὰ πρῶτα, ἔφη· ἀτὰρ εἰ καὶ εἰ καὶ MSS. : εἰ Fritzsche : κἂν ? μηδέν τι ἕτερον, ἱερεῖ γε ὄντι ὑπεξίστασθαι καλῶς εἶχεν, εἰ καὶ τοῦ Ἐπικούρου πάνυ καταπεφρόνηκας. ἐγέλασα, ἦ δʼ ὃς ὁ Ζηνόθεμις, Ἐπικούρειον ἱερέα, καὶ ἅμα λέγων κατεκλίνετο καὶ μετʼ αὐτὸν ὅμως ὁ Ἕρμων, εἶτα Κλεόδημος ὁ Περιπατητικός, εἶτα ὁ Ἴων καὶ ὑπʼ ἐκεῖνον ὁ νυμφίος, εἶτʼ ἐγὼ καὶ παρʼ ἐμὲ ὁ Δίφιλος καὶ ὑπʼ αὐτῷ Ζήνων ὁ μαθητής, εἶτα ὁ ῥήτωρ Διονυσόδωρος καὶ ὁ γραμματικὸς Ἱστιαῖος. Φίλων βαβαί, ὦ Λυκῖνε, μουσεῖόν τι τὸ συμπόσιον διηγῇ σοφῶν ἀνδρῶν τῶν πλείστων, καὶ ἔγωγε τὸν Ἀρισταίνετον ἐπαινῶ, ὅτι τὴν εὐκταιοτάτην ἑορτὴν ἄγων τοὺς σοφωτάτους ἑστιᾶν πρὸ τῶν ἄλλων ἠξίωσεν, ὅ τι περ τὸ κεφάλαιον ἐξ ἑκάστης αἱρέσεως ἀπανθισάμενος, οὐχὶ τοὺς μέν, τοὺς δὲ οὔ, ἀλλὰ ἀναμὶξ ἅπαντας. Λυκῖνος ἔστι γάρ, ὦ ἑταῖρε, οὐχὶ τῶν πολλῶν τούτων πλουσίων, ἀλλὰ καὶ παιδείας μέλει αὐτῷ καὶ τὸ πλεῖστον τοῦ βίου τούτοις ξύνεστιν.