<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="40"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">γέλως ἐπὶ τούτοις ἐγένετο ὡς οὐκ ἐν καιρῷ λεγομένοις. Διονυσόδωρος δέ, <q>παῦσαι,</q> ἔφη, <q>βαρβαρικὰ ἡμῖν <corr>ᾄδων,</corr> ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον ἐπὶ τούτου καὶ παρὰ τίνι;</q> <q>καὶ σὺ γὰρ φθέγγῃ, κάθαρμα;</q> εἶπεν ὁ Ἴων,<note xml:lang="mul" type="footnote" n="v.1.p.452.n.3">ὁ Ἴων Schafer, Bekker: οἶμαι MSS.</note> καὶ Διονυσόδωρος ἀντελοιδορεῖτο τὰ εἰκότα.  ἀλλʼ ὁ γραμματικὸς Ἱστιαῖος ὁ βέλτιστος, <q>παύσασθε,</q> ἔφη· <q>ἐγὼ γὰρ ὑμῖν ἐπιθαλάμιον ἀναγνώσομαι.</q> καὶ ἀρξάμενος ἀνεγίνωσκεν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="41"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p>ἦν γὰρ ταῦτα, εἴ γε μέμνημαι, τὰ ἐλεγεῖα· <quote rend="blockquote"><l> ἢ οἵη ποτʼ ἄρʼ ἥγʼ Ἀρισταινέτου ἐν μεγάροισι </l><l>δῖα Κλεανθὶς ἄνασσʼ ἐτρέφετʼ ἐνδυκέως, </l><pb n="v.1.p.454"/><l>προὔχουσʼ ἀλλάων πασάων παρθενικάων, </l><l>κρέσσων τῆς Κυθέρης ἠδʼ ἅμα<note xml:lang="mul" type="footnote" n="v.1.p.454.n.1">ἅμα Guyet: αὖ MSS.</note> τῆς Ἑλένης. </l><l>νυμφίε, καὶ σὺ δὲ χαῖρε, κρατερῶν κράτιστε ἐφήβων,<note xml:lang="mul" type="footnote" n="v.1.p.454.n.2">ἐφήβων Hopelessly corrupt: κράτιστε τεῶν συνεφήβων Dindorf.</note> </l><l>κρέσσων Νιρῆος καὶ Θέτιδος <corr>πάϊδος.</corr> </l><l>ἄμμες δʼ αὖθʼ ὑμῖν τοῦτον θαλαμήϊον ὕμνον </l><l>ξυνὸν ἐπʼ ἀμφοτέροις πολλάκις ᾀσόμεθα. </l></quote>  </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="42"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">γέλωτος οὖν ἐπὶ τούτοις, ὡς τὸ εἰκός, γενομένου ἀνελέσθαι ἤδη τὰ παρακείμενα ἔδει, καὶ ἀνείλοντο οἱ περὶ τὸν Ἀρισταίνετον καὶ Εὔκριτον τὴν πρὸ αὑτοῦ ἑκάτερος κἀγὼ τἀμὰ καὶ ὁ Χαιρέας ὅσα ἐκείνῳ ἔκειτο καὶ Ἴων ὁμοίως καὶ ὁ Κλεόδημος. ὁ δὲ Δίφιλος ἠξίου καὶ τὰ τῷ Ζήνωνι δὴ ἀπόντι<note xml:lang="mul" type="footnote" n="v.1.p.454.n.3">ἀπόντι Hartman, Herwerden: ἀπιόντι MSS.</note> παραδοθέντα φέρεσθαι καὶ ἔλεγε μόνῳ <corr>παρατεθῆναί</corr> οἱ αὐτὰ καὶ πρὸς τοὺς διακόνους ἐμάχετο, καὶ ἀντέσπων τῆς ὄρνιθος ἐπειλημμένοι ὥσπερ τὸν Πατρόκλου νεκρὸν ἀνθέλκοντες, καὶ τέλος ἐνικήθη καὶ ἀφῆκε πολὺν γέλωτα παρασχὼν τοῖς συμπόταις, καὶ μάλιστα ἐπεὶ ἠγανάκτει μετὰ τοῦτο ὡς ἂν τὰ μέγιστα ἠδικημένος.</p></sp></div></div></body></text></TEI>