<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="37"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p>καὶ ὁ Ἕρμων, <q>εὖ γε,</q> ἔφη, <q>ὦ Κλεόδημε, εἰπάτωσαν οὗτινος ἕνεκα ἡδονῆς κατηγοροῦσιν αὐτοὶ ἥδεσθαι ὑπὲρ τοὺς ἄλλους ἀξιοῦντες.</q> <q>οὔκ, ἀλλὰ σύ,</q> ἦ δʼ ὃς ὁ Ζηνόθεμις, <q>εἰπέ, ὦ Κλεόδημε, καθʼ ὅ τι οὐκ ἀδιάφορον ἡγῇ τὸν πλοῦτον.</q> <q>οὐ μὲν οὖν, ἀλλὰ σύ.</q> καὶ ἐπὶ πολὺ τοῦτο ἦν, ἄχρι δὴ ὁ Ἴων προκύψας ἐς τὸ ἐμφανέστερον, <q>παύσασθε,</q> ἔφη· <q>ἐγὼ δέ, εἰ δοκεῖ, λόγων ἀφορμὰς ὑμῖν ἀξίων τῆς παρούσης ἑορτῆς καταθήσω ἐς τὸ <corr>μέσον·</corr> ὑμεῖς δὲ ἀφιλονείκως ἐρεῖτε καὶ ἀκούσεσθε ὥσπερ ἀμέλει καὶ παρὰ τῷ ἡμετέρῳ Πλάτωνι ἐν λόγοις ἡ πλείστη διατριβὴ ἐγένετο.</q> πάντες ἐπῄνεσαν οἱ παρόντες, καὶ μάλιστα οἱ ἀμφὶ τὸν <corr>Ἀρισταίνετόν</corr> τε καὶ Εὔκριτον, ἀπαλλάξεσθαι τῆς ἀηδίας οὕτω γοῦν ἐλπίσαντες. καὶ μετῆλθέ τε ὁ Ἀρισταίνετος ἐπὶ τὸν αὑτοῦ τόπον εἰρήνην γεγενῆσθαι ἐλπίσας,</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="38"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p>καὶ ἅμα εἰσεκεκόμιστο ἡμῖν τὸ ἐντελὲς ὀνομαζόμενον δεῖπνον, μία ὄρνις ἑκάστῳ καὶ κρέας ὑὸς καὶ <corr>λαγῶα</corr> καὶ ἰχθὺς ἐκ ταγήνου καὶ σησαμοῦντες καὶ ὅσα ἐντραγεῖν, καὶ ἐξῆν ἀποφέρεσθαι ταῦτα. προὔκειτο δὲ οὐχ ἓν ἑκάστῳ πινάκιον, ἀλλʼ Ἀρισταινέτῳ μὲν καὶ Εὐκρίτῳ ἐπὶ μιᾶς τραπέζης κοινόν, καὶ τὰ παρʼ αὑτῷ ἑκάτερον ἐχρῆν <corr>λαβεῖν·</corr> Ζηνοθέμιδι δὲ τῷ Στωϊκῷ καὶ Ἕρμωνι τῷ Ἐπικουρείῳ ὁμοίως κοινὸν καὶ τούτοις· εἶτα ἑξῆς Κλεοδήμῳ καὶ Ἴωνι, μεθʼ οὓς τῷ νυμφίῳ καὶ ἐμοί, τῷ Διφίλῳ δὲ τὰ ἀμφοῖν, ὁ γὰρ Ζήνων ἀπεληλύθει. καὶ μέμνησό μοι τούτων, ὦ Φίλων, διότι δή ἐστί τι<note xml:lang="mul" type="footnote" n="v.1.p.450.n.1">τι Bekker: καὶ MSS. excised by Fritzsche.</note> ἐν αὐτοῖς χρήσιμον ἐς τὸν λόγον. </p></sp><pb n="v.1.p.452"/><sp><speaker>Φίλων</speaker><p rend="align(indent)"> μεμνήσομαι δή. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="39"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὁ τοίνυν Ἴων, <q>πρῶτος οὖν ἄρχομαι,</q> ἔφη, <q>εἰ δοκεῖ.</q> καὶ μικρὸν ἐπισχών, <q>ἐχρῆν μὲν ἴσως,</q> ἔφη, <q>τοιούτων ἀνδρῶν παρόντων περὶ ἰδεῶν τε καὶ ἀσωμάτων εἰπεῖν καὶ ψυχῆς ἀθανασίας· ἵνα δὲ μὴ ἀντιλέγωσί μοι ὁπόσοι μὴ κατὰ ταὐτὰ<note xml:lang="mul" type="footnote" n="v.1.p.452.n.1">ταὐτὰ vulg: ταῦτα MSS.</note> φιλοσοφοῦσι, περὶ γάμων ἐρῶ τὰ εἰκότα. τὸ μὲν οὖν ἄριστον ἦν μὴ δεῖσθαι γάμων, ἀλλὰ πειθομένους Πλάτωνι καὶ Σωκράτει <corr>παιδεραστεῖν·</corr> μόνοι γοῦν οἱ τοιοῦτοι ἀποτελεσθεῖεν ἂν πρὸς ἀρετήν· εἰ δὲ δεῖ καὶ γυναικείου γάμου, κατὰ τὰ Πλάτωνι δοκοῦντα κοινὰς εἶναι ἐχρῆν<note xml:lang="mul" type="footnote" n="v.1.p.452.n.2">ἐχρῆν du Soul: ἐκείνων MSS.</note> τὰς γυναῖκας, ὡς ἔξω ζήλου εἴημεν.</q> </p></sp></div></div></body></text></TEI>