<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="31"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p><q>νὴ Δίʼ,</q> εἶπεν ὁ Ἕρμων ὑπερκατακείμενος· <q>ἠκηκόει γάρ, οἶμαι, ὗν τινα ἐσκευάσθαι Ἀρισταινέτῳ ἐς τὸ δεῖπνον, ὥστε οὐκ ἄκαιρον ἐδόκει μεμνῆσθαι τοῦ Καλυδωνίου. ἀλλὰ πρὸς τῆς Ἑστίας, ὦ Ἀρισταίνετε, πέμπε ὡς τάχιστα τῶν ἀπαρχῶν, μὴ καὶ φθάσῃ ὁ πρεσβύτης ὑπὸ λιμοῦ ὥσπερ ὁ Μελέαγρος ἀπομαρανθείς. καίτοι οὐδὲν ἂν πάθοι <corr>δεινόν·</corr> ἀδιάφορα γὰρ ὁ Χρύσιππος τὰ τοιαῦτα ἡγεῖτο.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="32"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p><q>Χρυσίππου <pb n="v.1.p.444"/> γὰρ μέμνησθε ὑμεῖς,</q> ἔφη ὁ Ζηνόθεμις ἐπεγείρας ἑαυτὸν <corr>καὶ</corr> φθεγξάμενος παμμέγεθες, <q>ἢ ἀφʼ ἑνὸς ἀνδρὸς οὐκ ἐννόμως φιλοσοφοῦντος Ἑτοιμοκλέους τοῦ γόητος μετρεῖτε τὸν Κλεάνθην καὶ Ζήνωνα σοφοὺς ἄνδρας; τίνες<note xml:lang="mul" type="footnote" n="v.1.p.444.n.1">τινες Βekker: οἵτινες MSS.</note> δὲ καὶ ὄντες ὑμεῖς ἐρεῖτε ταῦτα; οὐ σὺ μὲν τῶν Διοσκούρων ἤδη, ὦ Ἕρμων, τοὺς πλοκάμους περικέκαρκας χρυσοῦς ὄντας; καὶ δώσεις δίκην παραδοθεὶς τῷ δημίῳ. σὺ δὲ τὴν Σωστράτου γυναῖκα τοῦ μαθητοῦ ἐμοίχευες, ὦ Κλεόδημε, καὶ καταληφθεὶς τὰ αἴσχιστα ἔπαθες. οὐ σιωπήσεσθε οὖν τοιαῦτα συνεπιστάμενοι ἑαυτοῖς;</q> <q>ἀλλʼ οὐ μαστροπὸς ἐγὼ τῆς ἐμαυτοῦ γυναικός,</q> ἦ δʼ ὃς ὁ Κλεόδημος, <q>ὥσπερ σύ, οὐδὲ τοῦ ξένου μαθητοῦ λαβὼν τοὐφόδιον παρακαταθήκας ἔπειτα ὤμοσα κατὰ τῆς Πολιάδος μὴ εἰληφέναι, οὐδʼ ἐπὶ τέτταρσι δραχμαῖς δανείζω, οὐδὲ ἄγχω τοὺς μαθητάς, ἢν μὴ κατὰ καιρὸν ἀποδῶσι τοὺς μισθούς.</q> <q>ἀλλʼ ἐκεῖνο,</q> ἔφη ὁ Ζηνόθεμις, <q>οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐχὶ φάρμακον ἀποδόσθαι Κρίτωνι ἐπὶ τὸν πατέρα.</q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="33"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p>καὶ ἅμα, ἔτυχε γὰρ πίνων, ὁπόσον ἔτι λοιπὸν ἐν τῇ κύλικι, περὶ ἥμισυ σχεδόν, κατεσκέδασεν αὐτοῖν. ἀπέλαυσε δὲ καὶ ὁ Ἴων τῆς γειτονήσεως, οὐκ ἀνάξιος ὤν. ὁ μὲν οὖν Ἕρμων ἀπεξύετο ἐκ τῆς κεφαλῆς τὸν ἄκρατον προνενευκὼς καὶ τοὺς παρόντας ἐμαρτύρετο, οἷα ἐπεπόνθει. ὁ Κλεόδημος δέ — οὐ γὰρ εἶχε κύλικα — ἐπιστραφεὶς προσέπτυσέ τε τὸν Ζηνόθεμιν καὶ τῇ ἀριστερᾷ τοῦ πώγωνος λαβόμενος ἔμελλε παίσειν κατὰ κόρρης, καὶ ἀπέκτεινεν ἂν τὸν <pb n="v.1.p.446"/> γέροντα, εἰ μὴ Ἀρισταίνετος ἐπέσχε τὴν χεῖρα καὶ ὑπερβὰς τὸν Ζηνόθεμιν ἐς τὸ μέσον αὐτοῖν κατεκλίθη, ὡς διασταῖεν ὑπὸ διατειχίσματι αὐτῷ εἰρήνην ἄγοντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="34"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ἐν ὅσῳ δὲ ταῦτʼ ἐγίνετο, ποικίλα, ὦ Φίλων, ἐγὼ πρὸς ἐμαυτὸν ἐνενόουν, οἷον<note xml:lang="mul" type="footnote" n="v.1.p.446.n.1">οἷν Fritzsche: not in MSS.</note> τὸ πρόχειρον ἐκεῖνο, ὡς οὐδὲν ὄφελος ἦν ἄρα ἐπίστασθαι τὰ μαθήματα, εἰ μή τις καὶ τὸν βίον ῥυθμίζοι πρὸς τὸ <corr>βέλτιον·</corr> ἐκείνους γοῦν περιττοὺς ὄντας ἐν τοῖς λόγοις ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντας. ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ καὶ τὸ πεπαιδεῦσθαι ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺς ἐς μόνα τὰ βιβλία καὶ τὰς ἐν ἐκείνοις φροντίδας ἀτενὲς ἀφορῶντας· τοσούτων γοῦν φιλοσόφων παρόντων οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματος ἦν ἰδεῖν, ἀλλʼ οἱ μὲν ἐποίουν αἰσχρά, οἱ δʼ ἔλεγον αἰσχίω· οὐδὲ γὰρ ἐς τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον τὰ γινόμενα λογιζόμενος οἷα ὁ Ἑτοιμοκλῆς ἄσιτος ἔτι καὶ ἄποτος ἐγεγράφει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="35"><sp rend="merge"><speaker>Λυκῖνος</speaker><p>ἀνέστραπτο οὖν τὸ πρᾶγμα, καὶ οἱ μὲν ἰδιῶται κοσμίως πάνυ ἑστιώμενοι οὔτε παροινοῦντες οὔτε ἀσχημονοῦντες ἐφαίνοντο, ἀλλʼ ἐγέλων μόνον καὶ κατεγίνωσκον αὐτῶν, οἶμαι, οὕς γε ἐθαύμαζον οἰόμενοί τινας εἶναι ἀπὸ τῶν σχημάτων, οἱ σοφοὶ δὲ ἠσέλγαινον καὶ ἐλοιδοροῦντο καὶ ὑπερενεπίμπλαντο καὶ ἐκεκράγεσαν καὶ εἰς χεῖρας ᾔεσαν. ὁ θαυμάσιος δὲ Ἀλκιδάμας καὶ ἐούρει<note xml:lang="mul" type="footnote" n="v.1.p.446.n.2">καὶ ἐούρει Buttmann: καὶ ἐνούρει MSS.: κἂν ἐούρει Fritzsche.</note> ἐν τῷ μέσῳ οὐκ <pb n="v.1.p.448"/> αἰδούμενος τὰς γυναῖκας. καὶ ἐμοὶ ἐδόκει, ὡς ἂν ἄριστά τις εἰκάσειεν, ὁμοιότατα εἶναι τὰ ἐν τῷ συμποσίῳ οἷς περὶ τῆς Ἔριδος οἱ ποιηταὶ <corr>λέγουσιν·</corr> οὐ γὰρ κληθεῖσαν αὐτὴν ἐς τοῦ Πηλέως τὸν γάμον ῥῖψαι τὸ μῆλον εἰς τὸ σύνδειπνον, ἀφʼ οὗ τοσοῦτον πόλεμον ἐπʼ Ἰλίῳ γεγενῆσθαι. καὶ ὁ Ἑτοιμοκλῆς τοίνυν ἐδόκει μοι τὴν ἐπιστολὴν ἐμβαλὼν εἰς τὸ μέσον ὥσπερ τι μῆλον οὐ μείω τῆς Ἰλιάδος κακὰ ἐξεργάσασθαι.</p></sp></div></div></body></text></TEI>