Λυκῖνος ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα παρεθέμην, ὅπως μάθῃς οἷον ἄνδρα παραλιπὼν Δίφιλον ἑστιᾷς καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκας, εἰκότως· ἡδὺς γάρ ἐστι τῷ μειρακίῳ καὶ πρὸς χάριν αὐτῷ σύνεστιν. εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ τοιαῦτα, κἄν κἄν Fritzsche: καὶ ἄν MSS. τι προσέθηκα, ὅπερ σύ, εἰ θέλεις, παρὰ Ζωπύρου τοῦ παιδαγωγοῦ ἂν μάθοις ἀληθὲς ὄν. ἀλλʼ οὐ χρὴ ταράττειν ἐν γάμοις οὐδὲ διαβάλλειν ἄλλους, καὶ μάλιστα ἐφʼ οὕτως αἰσχραῖς αἰτίαις· καὶ γὰρ εἰ Δίφιλος ἄξιος δύο ἤδη μαθητάς μου περισπάσας, ἀλλʼ ἔγωγε φιλοσοφίας αὐτῆς ἕνεκεν σιωπήσομαι. Λυκῖνος προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ, ἢν διδῷς αὐτῷ μοῖράν τινα ἢ συὸς ἢ ἐλάφου ἢ σησαμοῦντος, ὡς ἐμοὶ διακομίσειε καὶ ἀντὶ τοῦ δείπνου ἀπολογία γένοιτο, μὴ λαβεῖν, μὴ καὶ δόξωμεν ἐπὶ τούτῳ πεπομφέναι. Λυκῖνος τούτων, ὦ ἑταῖρε, ἀναγινωσκομένων μεταξὺ ἱδρώς τέ μοι περιεχεῖτο ὑπʼ αἰδοῦς, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, χανεῖν μοι τὴν γῆν ηὐχόμην ὁρῶν τοὺς παρόντας γελῶντας ἐφʼ ἑκάστῳ καὶ μάλιστα ὅσοι ᾔδεσαν τὸν Ἑτοιμοκλέα, πολιὸν ἄνθρωπον καὶ σεμνὸν εἶναι δοκοῦντα. ἐθαύμαζον οὖν οἷος ὢν διαλάθοι αὐτοὺς ἐξαπατωμένους τῷ πώγωνι καὶ τῇ τοῦ προσώπου ἐντάσει. ὁ γὰρ Ἀρισταίνετος ἐδόκει μοι οὐκ ἀμελείᾳ παριδεῖν παριδεῖν MSS. παριδεῖν (urged by Fritzsche) and περιιδεῖν. αὐτόν, ἀλλʼ οὔποτʼ ἂν ἐλπίσας κληθέντα ἐπινεῦσαι οὐδ’ ἂν ἐμπαρασχεῖν ἑαυτὸν τοιούτῳ τινί· ὥστε οὐδὲ τὴν ἀρχὴν πειρᾶσθαι ἠξίου. Λυκῖνος ἐπεὶ δʼ οὖν ἐπαύσατό ποτε ὁ οἰκέτης ἀναγινώσκων, τὸ μὲν συμπόσιον ἅπαν εἰς τοὺς ἀμφὶ τὸν Ζήνωνα καὶ Δίφιλον ἀπέβλεπε δεδοικότας καὶ ὠχριῶντας καὶ τῇ ἀπορίᾳ τῶν προσώπων ἐπαληθεύοντας τὰ ὑπὸ τοῦ Ἑτοιμοκλέους κατηγορηθέντα· ὁ Ἀρισταίνετος δὲ ἐτετάρακτο καὶ θορύβου μεστὸς ἦν, ἐκέλευε δʼ ὅμως πίνειν ἡμᾶς καὶ ἐπειρᾶτο εὖ διατίθεσθαι τὸ γεγονὸς ὑπομειδιῶν ἅμα, καὶ τὸν οἰκέτην ἀπέπεμψεν εἰπὼν ὅτι ἐπιμελήσεται τούτων. μετʼ ὀλίγον δὲ καὶ ὁ Ζήνων ὑπεξανέστη ἀφανῶς, τοῦ παιδαγωγοῦ νεύσαντος ἀπαλλάττεσθαι ὡς κελεύσαντος τοῦ πατρός. Λυκῖνος ὁ Κλεόδημος δὲ καὶ πάλαι τινὸς ἀφορμῆς δεόμενος — ἐβούλετο γὰρ συμπλακῆναι τοῖς Στωικοῖς καὶ διερρήγνυτο οὐκ ἔχων ἀρχὴν εὔλογον — τότε οὖν τὸ ἐνδόσιμον παρασχούσης τῆς ἐπιστολῆς, τοιαῦτα, ἔφη, ἐξεργάζεται ὁ καλὸς Χρύσιππος καὶ Ζήνων ὁ θαυμαστὸς καὶ Κλεάνθης, ῥημάτια δύστηνα καὶ ἐρωτήσεις μόνον καὶ σχήματα φιλοσόφων, τὰ δʼ ἄλλα Ἑτοιμοκλεῖς οἱ πλεῖστοι· καὶ αἱ ἐπιστολαὶ ὁρᾶτε ὅπως πρεσβυτικαί, καὶ τὸ τελευταῖον Οἰνεὺς μὲν Ἀρισταίνετος, Ἑτοιμοκλῆς δὲ Ἄρτεμις. Ἡράκλεις, εὔφημα πάντα καὶ ἑορτῇ πρέποντα.