Λυκῖνος εἰ δὲ δείπνου ἕνεκα ὀργίζεσθαί σοι δοκῶ, τὸ κατὰ τὸν Οἰνέα ἐννόησον· ὄψει γὰρ καὶ τὴν Ἄρτεμιν ἀγανακτοῦσαν, ὅτι μόνην αὐτὴν οὐ παρέλαβεν ἐκεῖνος ἐπὶ τὴν θυσίαν τοὺς ἄλλους θεοὺς ἑστιῶν. φησὶ δὲ περὶ αὐτῶν Ὅμηρος ὧδέ πως· ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ· καὶ Εὐριπίδης· Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς ἐν ἀντιπόρθμοις, πεδίʼ ἔχουσʼ εὐδαίμονα. καὶ Σοφοκλῆς· συὸς μέγιστον χρῆμʼ ἐπʼ Οἰνέως γύαις ἀνῆκε Λητοῦς παῖς ἑκηβόλος θεά. Λυκῖνος ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα παρεθέμην, ὅπως μάθῃς οἷον ἄνδρα παραλιπὼν Δίφιλον ἑστιᾷς καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκας, εἰκότως· ἡδὺς γάρ ἐστι τῷ μειρακίῳ καὶ πρὸς χάριν αὐτῷ σύνεστιν. εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ τοιαῦτα, κἄν κἄν Fritzsche: καὶ ἄν MSS. τι προσέθηκα, ὅπερ σύ, εἰ θέλεις, παρὰ Ζωπύρου τοῦ παιδαγωγοῦ ἂν μάθοις ἀληθὲς ὄν. ἀλλʼ οὐ χρὴ ταράττειν ἐν γάμοις οὐδὲ διαβάλλειν ἄλλους, καὶ μάλιστα ἐφʼ οὕτως αἰσχραῖς αἰτίαις· καὶ γὰρ εἰ Δίφιλος ἄξιος δύο ἤδη μαθητάς μου περισπάσας, ἀλλʼ ἔγωγε φιλοσοφίας αὐτῆς ἕνεκεν σιωπήσομαι. Λυκῖνος προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ, ἢν διδῷς αὐτῷ μοῖράν τινα ἢ συὸς ἢ ἐλάφου ἢ σησαμοῦντος, ὡς ἐμοὶ διακομίσειε καὶ ἀντὶ τοῦ δείπνου ἀπολογία γένοιτο, μὴ λαβεῖν, μὴ καὶ δόξωμεν ἐπὶ τούτῳ πεπομφέναι.