Λυκῖνος παρελθὼν γὰρ εἰς τὸ μέσον οἰκέτης παρʼ Ἑτοιμοκλέους τοῦ Στωϊκοῦ ἥκειν λέγων γραμματίδιον ἔχων κελεῦσαί οἱ ἔφη τὸν δεσπότην ἐν τῷ κοινῷ ἀναγνόντα εἰς ἐπήκοον ἅπασιν ὀπίσω αὖθις ἀπαλλάττεσθαι. ἐφέντος οὖν τοῦ Ἀρισταινέτου προσελθὼν πρὸς τὸν λύχνον ἀνεγίνωσκεν. Φίλων ἦ που, ὦ Λυκῖνε, τῆς νύμφης ἐγκώμιον ἢ ἐπιθαλάμιον, οἷα πολλὰ ποιοῦσιν; Λυκῖνος ἀμέλει καὶ ἡμεῖς τοιοῦτον ᾠήθημεν, ἀλλʼ οὐδʼ ἐγγὺς ἦν τούτου· ἐνεγέγραπτο γάρ· Λυκῖνος Ἑτοιμοκλῆς φιλόσοφος Ἀρισταινέτῳ. ὅπως μὲν ἔχω πρὸς δεῖπνα ὁ παρεληλυθώς μοι βίος ἅπας μαρτύριον ἂν γένοιτο, ὅς γε ὁσημέραι πολλῶν ἐνοχλούντων παρὰ πολὺ σοῦ πλουσιωτέρων ὅμως οὐδὲ πώποτε φέρων ἐμαυτὸν ἐπέδωκα εἰδὼς τοὺς ἐπὶ ἐπὶ MSS.: ἐν Fritsche, perhaps rightly. τοῖς συμποσίοις θορύβους καὶ παροινίας. ἐπὶ σοῦ δὲ μόνου εἰκότως ἀγανακτῆσαί μοι δοκῶ, ὃς τοσοῦτον χρόνον ὑπʼ ἐμοῦ λιπαρῶς τεθεραπευμένος οὐκ ἠξίωσας ἐναριθμῆσαι κἀμὲ τοῖς ἄλλοις φίλοις, ἀλλὰ μόνος ἐγώ σοι ἄμοιρος, καὶ ταῦτα ἐν γειτόνων οἰκῶν. ἀνιῶμαι οὖν ἐπὶ σοὶ τὸ πλέον οὕτως ἀχαρίστῳ φανέντι· ἐμοὶ γὰρ ἡ εὐδαιμονία οὐκ ἐν ὑὸς ἀγρίου μοίρᾳ ἢ λαγωοῦ ἢ πλακοῦντος, ἃ παρʼ ἄλλοις ἀφθόνως ἀπολαύω τὰ καθήκοντα εἰδόσιν, ἐπεὶ καὶ τήμερον παρὰ τῷ μαθητῇ Παμμένει δειπνῆσαι πολυτελές, ὥς φασι, δεῖπνον δυνάμενος οὐκ ἐπένευσα ἱκετεύοντι, σοὶ ὁ ἀνόητος ἐμαυτὸν φυλάττων. Λυκῖνος σὺ δὲ ἡμᾶς παραλιπὼν ἄλλους εὐωχεῖς, εἰκότως· οὔπω γὰρ δύνασαι διακρίνειν τὸ βέλτιον οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις. ἀλλὰ οἶδα ὅθεν μοι ταῦτα, παρὰ τῶν θαυμαστῶν σου φιλοσόφων, Ζηνοθέμιδος καὶ Λαβυρίνθου, ὧν — ἀπείη δὲ ἡ Ἀδράστεια — συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι τάχιστα δοκῶ τὰ στόματα. ἢ εἰπάτω τις αὐτῶν, τί ἐστὶ φιλοσοφία; ἢ τὰ πρῶτα ταῦτα, τί διαφέρει σχέσις ἕξεως; ἵνα μὴ τῶν ἀπόρων εἴπω τι, κερατίναν ἢ σωρείτην ἢ θερίζοντα λόγον. Ἀλλὰ σὺ μὲν ὄναιο αὐτῶν. ἐγὼ δὲ ὡς ἂν μόνον τὸ καλὸν ἀγαθὸν ἡγούμενος εἶναι οἴσω ῥᾳδίως τὴν ἀτιμίαν. Λυκῖνος καίτοι ὅπως μὴ ἐς ἐκείνην ἔχῃς καταφεύγειν τὴν ἀπολογίαν ὕστερον, ἐπιλαθέσθαι λέγων ἐν τοσούτῳ θορύβῳ καὶ πράγματι, δίς σε τήμερον προσηγόρευσα καὶ ἕωθεν ἐπὶ τῇ οἰκίᾳ καὶ ἐν τῷ ἀνακείῳ θύοντα ὕστερον. ταῦτα ἐγὼ τοῖς παροῦσιν ἀπολελόγημαι. Λυκῖνος εἰ δὲ δείπνου ἕνεκα ὀργίζεσθαί σοι δοκῶ, τὸ κατὰ τὸν Οἰνέα ἐννόησον· ὄψει γὰρ καὶ τὴν Ἄρτεμιν ἀγανακτοῦσαν, ὅτι μόνην αὐτὴν οὐ παρέλαβεν ἐκεῖνος ἐπὶ τὴν θυσίαν τοὺς ἄλλους θεοὺς ἑστιῶν. φησὶ δὲ περὶ αὐτῶν Ὅμηρος ὧδέ πως· ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ· καὶ Εὐριπίδης· Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς ἐν ἀντιπόρθμοις, πεδίʼ ἔχουσʼ εὐδαίμονα. καὶ Σοφοκλῆς· συὸς μέγιστον χρῆμʼ ἐπʼ Οἰνέως γύαις ἀνῆκε Λητοῦς παῖς ἑκηβόλος θεά.