Λυκῖνος ὁ Κυνικὸς δὲ Ἀλκιδάμας, ἐπεπώκει γὰρ ἤδη, πυθόμενος ἥτις ἡ γαμουμένη παῖς καλοῖτο, καλοῖτο MSS. καλοῖτο (??) and ἐκαλεῖτο. σιωπὴν παραγγείλας μεγάλῃ τῇ φωνῇ ἀποβλέψας ἐς τὰς γυναῖκας, Προπίνω σοι, ἔφη, ὦ Κλεανθί, Ἡρακλέους ἀρχηγέτου. ὡς δʼ ἐγέλασαν ἐπὶ τούτῳ ἅπαντες, ἐγελάσατε, εἶπεν, ὦ καθάρματα, εἰ τῇ νύμφῃ προὔπιον ἐπὶ τοῦ ἡμετέρου· θεοῦ τοῦ Ἡρακλέους; καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς ἢν μὴ λάβῃ παρʼ ἐμοῦ τὸν σκύφον, οὔποτε τοιοῦτος ἂν υἱὸς αὐτῇ γένοιτο οἷος ἐγώ, ἄτρεπτος μὲν ἀλκήν, ἐλεύθερος δὲ τὴν γνώμην, τὸ σῶμα δὲ οὕτω καρτερός· καὶ ἅμα παρεγύμνου ἑαυτὸν μᾶλλον ἄχρι πρὸς τὸ αἴσχιστον. αὖθις ἐπὶ τούτοις ἐγέλασαν οἱ συμπόται, καὶ ὃς ἀγανακτήσας ἐπανίστατο δριμὺ καὶ παράφορον βλέπων καὶ δῆλος ἦν οὐκέτι εἰρήνην ἄξων. τάχα δʼ ἄν τινος καθίκετο τῇ βακτηρίᾳ, εἰ μὴ κατὰ καιρὸν εἰσεκεκόμιστο πλακοῦς εὐμεγέθης, πρὸς ὃν ἀποβλέψας ἡμερώτερος ἐγένετο καὶ ἔληξε τοῦ θυμοῦ καὶ ἐνεφορεῖτο συμπεριιών. Λυκῖνος καὶ οἱ πλεῖστοι ἐμέθυον ἤδη καὶ βοῆς μεστὸν ἦν τὸ συμπόσιον· ὁ μὲν γὰρ Διονυσόδωρος ὁ ῥήτωρ ἀντιρρήσεις ἀντιρρήσεις Gertz: αὐτοῦ δήσεις MSS. “his own speeches “ τινὰς ἐν μέρει διεξῄει καὶ ἐπῃνεῖτο ὑπὸ τῶν κατόπιν ἐφεστώτων οἰκετῶν, ὁ δὲ Ἱστιαῖος ὁ γραμματικὸς ἐρραψῴδει ὕστερος κατακείμενος καὶ συνέφερεν ἐς τὸ αὐτὸ τὰ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος, ὡς ἐξ ἁπάντων μίαν ᾠδὴν παγγέλοιον ἀποτελεῖσθαι, μάλιστα δʼ ἐκεῖνα ὥσπερ προμαντευόμενος τὰ μέλλοντα, σὺν δʼ ἔβαλον ῥινούς· καὶ ἔνθα δʼ ἄρʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν. ὁ Ζηνόθεμις δʼ ἀνεγίνωσκε παρὰ τοῦ παιδὸς λαβὼν λεπτόγραφόν λεπτόγραφόν Herwerden: λεπτόγραμμόν MSS. τι βιβλίον. Λυκῖνος διαλιπόντων δὲ ὀλίγον, ὥσπερ εἰώθασι, τῶν παρακομιζόντων τὰ ὄψα μηχανώμενος Ἀρισταίνετος μηδʼ ἐκεῖνον ἀτερπῆ τὸν καιρὸν εἶναι μηδὲ κενὸν ἐκέλευσε τὸν γελωτοποιὸν εἰσελθόντα εἰπεῖν τι ἢ πρᾶξαι γελοῖον, ὡς ἔτι μᾶλλον οἱ συμπόται διαχυθεῖεν. καὶ παρῆλθεν ἄμορφός τις ἐξυρημένος τὴν κεφαλήν, ὀλίγας ἐπὶ τῇ κορυφῇ τρίχας ὀρθὰς ἔχων· οὗτος ὠρχήσατό τε κατακλῶν ἑαυτὸν καὶ διαστρέφων, ὡς γελοιότερος φανείη, καὶ ἀνάπαιστα συγκροτῶν διεξῆλθεν αἰγυπτιάζων τῇ φωνῇ, καὶ τέλος ἐπέσκωπτεν ἐς τοὺς παρόντας. Λυκῖνος οἱ μὲν οὖν ἄλλοι ἐγέλων ὁπότε σκωφθεῖεν, ἐπεὶ δὲ καὶ εἰς τὸν Ἀλκιδάμαντα ὅμοιόν τι ἀπέρριψε Μελιταῖον κυνίδιον προσειπὼν αὐτόν, ἀγανακτήσας ἐκεῖνος — καὶ πάλαι δὲ δῆλος ἦν φθονῶν αὐτῷ εὐδοκιμοῦντι καὶ κατέχοντι τὸ συμπόσιον — ἀπορρίψας τὸν τρίβωνα προὐκαλεῖτό οἱ παγκρατιάζειν, εἰ δὲ μή, κατοίσειν αὐτοῦ ἔφη τὴν βακτηρίαν. οὕτω δὴ ὁ κακοδαίμων Σατυρίων — τοῦτο γὰρ ὁ γελωτοποιὸς ἐκαλεῖτο — συστὰς ἐπαγκρατίαζε. καὶ τὸ πρᾶγμα ὑπερήδιστον ἦν, φιλόσοφος ἀνὴρ γελωτοποιῷ ἀνταιρόμενος καὶ παίων καὶ παιόμενος ἐν τῷ μέρει. οἱ παρόντες δὲ οἱ μὲν ᾐδοῦντο, οἱ δὲ ἐγέλων, ἄχρι ἀπηγόρευσε παιόμενος ὁ Ἀλκιδάμας ὑπὸ συγκεκροτημένου ἀνθρωπίσκου καταγωνισθείς. γέλως οὖν πολὺς ἐξεχύθη ἐπʼ αὐτοῖς. Λυκῖνος ἐνταῦθα Διόνικος ἐπεισῆλθεν ὁ ἰατρὸς οὐ πολὺ κατόπιν τοῦ ἀγῶνος· ἐβεβραδύκει δέ, ὡς ἔφασκε, φρενίτιδι ἑαλωκότα θεραπεύων Πολυπρέποντα τὸν αὐλητήν. καί τι καὶ γελοῖον διηγήσατο· ἔφη μὲν γὰρ εἰσελθεῖν παρʼ αὐτὸν οὐκ εἰδὼς ἐχόμενον ἤδη τῷ πάθει, τὸν δὲ ταχέως ἀναστάντα ἐπικλεῖσαί τε τὴν θύραν καὶ ξιφίδιον σπασάμενον ἀναδόντα αὐτῷ τοὺς αὐλοὺς κελεύειν αὐλεῖν· εἶτα ἐπεὶ μὴ δύναιτο, παίειν σκῦτος ἔχοντα ἐς ὑπτίας τὰς χεῖρας. τέλος οὖν ἐν τοσούτῳ κινδύνῳ ἐπινοῆσαι τοιόνδε· ἐς ἀγῶνα γὰρ προκαλέσασθαι αὐτὸν ἐπὶ ῥητῷ πληγῶν ἀριθμῷ, καὶ πρῶτον μὲν αὐτὸς αὐλῆσαι πονήρως, μετὰ δὲ παραδοὺς παραδοὸς Bekker: παραδόντα ΜSS. τοὺς αὐλοὺς ἐκείνῳ δέξασθαι παρʼ αὐτοῦ τὸ σκῦτος καὶ τὸ ξιφίδιον καὶ ἀπορρῖψαι τάχιστα διὰ τῆς φωταγωγοῦ ἐς τὸ ὕπαιθρον τῆς αὐλῆς, καὶ τὸ ἀπὸ τούτου ἀσφαλέστερος ἤδη προσπαλαίων αὐτῷ ἐπικαλεῖσθαι τοὺς γειτνιῶντας, ὑφʼ ὧν ἀνασπασάντων τὸ θύριον σωθῆναι αὐτός. αὐτός Bekker: αὐτόν MSS. ἐδείκνυ δὲ καὶ σημεῖα τῶν πληγῶν καὶ ἀμυχάς τινας ἐπὶ τοῦ προσώπου. καὶ ὁ μὲν Διόνικος οὐ μεῖον εὐδοκιμήσας τοῦ γελωτοποιοῦ ἐπὶ τῇ διηγήσει πλησίον τοῦ Ἱστιαίου παραβύσας ἑαυτὸν ἐδείπνει ὅσα λοιπά, οὐκ ἄνευ θεοῦ τινος ἡμῖν ἐπιπαρών, ἀλλὰ καὶ πάνυ χρήσιμος τοῖς μετὰ ταῦτα γεγενημένος.