Λυκῖνος εἱστιώμεθα οὖν ἐν ἡσυχίᾳ τὸ πρῶτον, καὶ παρεσκεύαστο ποικίλα. πλὴν οὐδὲν οἶμαι χρὴ καὶ ταῦτα καταριθμεῖσθαι, χυμοὺς καὶ πέμματα καὶ καρυκείας· ἅπαντα γὰρ ἄφθονα. ἐν τούτῳ δὲ ὁ Κλεόδημος ἐπικύψας ἐς τὸν Ἴωνα, ὁρᾷς, ἔφη, τὸν γέροντα — Ζηνόθεμιν λέγων, ἐπήκουον γάρ — ὅπως ἐμφορεῖται τῶν ὄψων καὶ ἀναπέπλησται ζωμοῦ τὸ ἱμάτιον καὶ ὅσα τῷ παιδὶ κατόπιν ἑστῶτι ὀρέγει λανθάνειν οἰόμενος τοὺς ἄλλους, οὐ μεμνημένος τῶν μεθʼ αὑτόν; δεῖξον οὖν καὶ Λυκίνῳ ταῦτα, ὡς μάρτυς εἴη. ἐγὼ δὲ οὐδὲν ἐδεόμην δείξοντός μοι τοῦ Ἴωνος πολὺ πρότερον αὐτὰ ἐκ περιωπῆς ἑωρακώς. Λυκῖνος ἅμα δὲ ταῦτα ὁ Κλεόδημος εἰρήκει καὶ ἐπεισέπαισεν ὁ Κυνικὸς Ἀλκιδάμας ἄκλητος, ἐκεῖνο τὸ κοινὸν ἐπιχαριεντισάμενος, τὸν Μενέλαον αὐτόματον ἥκοντα. τοῖς μὲν οὖν πολλοῖς ἀναίσχυντα ἐδόκει πεποιηκέναι καὶ ὑπέκρουον τὰ προχειρότατα, ὁ μὲν τὸ ἀφραίνεις Μενέλαε, ὁ δʼ ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, καὶ ἄλλοι ἄλλοι Bekker : not in MSS. ἄλλα πρὸς τὸν καιρὸν εὔστοχα καὶ χαρίεντα ὑποτονθορύζοντες· ἐς μέντοι τὸ φανερὸν οὐδεὶς ἐτόλμα λέγειν· ἐδεδοίκεσαν γὰρ τὸν Ἀλκιδάμαντα, βοὴν ἀγαθὸν ἀτεχνῶς ὄντα καὶ κρακτικώτατον κυνῶν ἁπάντων, παρʼ ὃ καὶ ἀμείνων ἐδόκει καὶ φοβερώτατος ἦν ἅπασιν. Λυκῖνος ὁ δὲ Ἀρισταίνετος ἐπαινέσας αὐτὸν ἐκέλευε θρόνον τινὰ λαβόντα καθίζεσθαι παρʼ Ἱστιαῖόν τε καὶ Διονυσόδωρον. ὁ δέ, ἄπαγε, φησί, γυναικεῖον λέγεις καὶ μαλθακὸν ἐπὶ θρόνου καθίζεσθαι ἢ σκίμποδος, ὥσπερ ὑμεῖς μαλακῆς ταύτης εὐνῆς μικροῦ δεῖν ὕπτιοι κατακείμενοι ἑστιᾶσθε πορφυρίδας ὑποβεβλημένοι· ἐγὼ δὲ κἂν ὀρθοστάδην δειπνήσαιμι ἐμπεριπατῶν ἅμα τῷ συμποσίῳ· εἰ δὲ καὶ κάμοιμι, χαμαὶ τὸν τρίβωνα ὑποβαλόμενος ὑποβαλόμενος Jacobitz: ὑποβαλλόμενος MSS. κείσομαι ἐπʼ ἀγκῶνος οἷον τὸν Ἡρακλέα γράφουσιν. οὕτως, ἔφη, γιγνέσθω, ὁ Ἀρισταίνετος, εἴ σοι ἥδιον. καὶ τὸ ἀπὸ τούτου περιιὼν ἐν κύκλῳ ὁ Ἀλκιδάμας ἐδείπνει ὥσπερ οἱ Σκύθαι πρὸς τὴν ἀφθονωτέραν νομὴν μετεξανιστάμενος καὶ τοῖς περιφέρουσι τὰ ὄψα συμπερινοστῶν. Λυκῖνος καὶ μέντοι καὶ σιτούμενος ἐνεργὸς ἦν ἀρετῆς πέρι καὶ κακίας μεταξὺ διεξιὼν καὶ ἐς τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀποσκώπτων· ἠρώτα γοῦν τὸν Ἀρισταίνετον, τί βούλονται αὐτῷ αἱ τοσαῦται καὶ τηλικαῦται κύλικες τῶν κεραμεῶν ἴσον δυναμένων. ἀλλʼ ἐκεῖνον μὲν ἤδη διενοχλοῦντα ἔπαυσεν ἐς τὸ παρὸν Ἀρισταίνετος τῷ παιδὶ διανεύσας διανεύσας Fritzsche : δὲ νεύσας Ω. εὐμεγέθη σκύφον ἀναδοῦναι αὐτῷ ζωρότερον ἐγχέαντα· καὶ ἐδόκει ἄριστα ἐπινενοηκέναι οὐκ εἰδὼς ὅσων κακῶν ἀρχὴν ὁ σκύφος ἐκεῖνος ἐνεδεδώκει. λαβὼν δὲ ἅμα ὁ Ἀλκιδάμας ἐσίγησε μικρὸν καὶ ἐς τοὔδαφος καταβαλὼν ἑαυτὸν ἔκειτο ἡμίγυμνος, ὥσπερ ἠπειλήκει, πήξας τὸν ἀγκῶνα ὀρθόν, ἔχων ἅμα τὸν σκύφον ἐν τῇ δεξιᾷ, οἷος ὁ παρὰ τῷ Φόλῳ Ἡρακλῆς ὑπὸ τῶν γραφέων δείκνυται. Λυκῖνος ἤδη δὲ καὶ ἐς τοὺς ἄλλους συνεχῶς περιεσοβεῖτο ἡ κύλιξ καὶ φιλοτησίαι καὶ ὁμιλίαι καὶ φῶτα εἰσεκεκόμιστο. ἐν τοσούτῳ δʼ ἐγὼ τὸν παρεστῶτα τῷ Κλεοδήμῳ παῖδα οἰνοχόον ὄντα ὡραῖον ἰδὼν ὑπομειδιῶντα — χρὴ γάρ, οἶμαι, καὶ ὅσα πάρεργα τῆς ἑστιάσεως εἰπεῖν, καὶ μάλιστα εἴ τι πρὸς τὸ γλαφυρώτερον ἐπράχθη—μάλα ἤδη παρεφύλαττον ὅ τι καὶ μειδιάσειε. καὶ μετὰ μικρὸν ὁ μὲν προσῆλθεν ὡς ἀποληψόμενος παρὰ τοῦ Κλεοδήμου τὴν φιάλην, ὁ δὲ τόν τε δάκτυλον ἀπέθλιψεν αὐτοῦ καὶ δραχμὰς δύο, οἶμαι, συνανέδωκε μετὰ τῆς φιάλης· ὁ παῖς δὲ πρὸς μὲν τὸν δάκτυλον θλιβόμενον αὖθις ἐμειδίασεν, οὐ μὴν συνεῖδεν, οἶμαι, τὸ νόμισμα, ὥστε μὴ δεξαμένου ψόφον αἱ δύο δραχμαὶ παρέσχον ἐκπεσοῦσαι, καὶ ἠρυθρίασαν ἄμφω μάλα σαφῶς. ἠπόρουν δὲ οἱ πλησίον οὗτινος εἴη τὰ νομίσματα, τοῦ μὲν παιδὸς ἀρνουμένου μὴ ἀποβεβληκέναι, τοῦ δὲ Κλεοδήμου, καθʼ ὃν ὁ ψόφος ἐγένετο, μὴ προσποιουμένου τὴν ἀπόρριψιν. ἠμελήθη οὖν καὶ παρώφθη τοῦτο οὐ πάνυ πολλῶν ἰδόντων πλὴν μόνου, ὡς ἐμοὶ ἔδοξε, τοῦ Ἀρισταινέτου· μετέστησε γὰρ τὸν παῖδα μικρὸν ὕστερον ἀφανῶς ὑπεξαγαγὼν καὶ τῷ Κλεοδήμῳ τινὰ παραστῆναι διένευσε τῶν ἐξώρων ἤδη καὶ καρτερῶν, ὀρεωκόμον τινὰ ἢ ἱπποκόμον. καὶ τοῦτο μὲν ὧδέ πως ἐκεχωρήκει, μεγάλης ἂν Bekker: not in MSS. ἂν αἰσχύνης αἴτιον τῷ Κλεοδήμῳ γενόμενον, εἰ ἔφθη διαφοιτῆσαν εἰς ἅπαντας, ἀλλὰ μὴ κατέσβη αὐτίκα, δεξιῶς πάνυ τοῦ Ἀρισταινέτου τὴν παροινίαν ἐνέγκαντος.