Φίλων ποικίλην, ὦ Λυκῖνε, διατριβήν φασι γεγενῆσθαι ὑμῖν χθὲς ἐν Ἀρισταινέτου παρὰ τὸ δεῖπνον καί τινας λόγους φιλοσόφους εἰρῆσθαι καὶ ἔριν οὐ σμικρὰν συστῆναι ἐπʼ αὐτοῖς, εἰ δὲ μὴ ἐψεύδετο Χαρῖνος, καὶ ἄχρι τραυμάτων προχωρῆσαι τὸ πρᾶγμα καὶ τέλος αἵματι διαλυθῆναι τὴν συνουσίαν. Λυκῖνος καὶ πόθεν, ὦ Φίλων, ἠπίστατο Χαρῖνος ταῦτα; οὐ γὰρ συνεδείπνει μεθʼ ἡμῶν. Φίλων Διονίκου ἔφη τοῦ ἰατροῦ ἀκοῦσαι. Διόνικος δὲ καὶ αὐτός, οἶμαι, τῶν συνδείπνων ἦν. Λυκῖνος καὶ μάλα· οὐ μὴν ἐξ ἀρχῆς γε οὐδʼ αὐτὸς ἅπασι παρεγένετο, ἀλλὰ ὀψὲ μεσούσης σχεδὸν ἤδη τῆς μάχης ἐπέστη ὀλίγον πρὸ τῶν τραυμάτων. ὥστε θαυμάζω εἴ τι σαφὲς εἰπεῖν ἐδύνατο μὴ παρακολουθήσας ἐκείνοις, ἀφʼ ὧν ἀρξαμένη ἐς τὸ αἷμα ἐτελεύτησεν αὐτοῖς ἡ φιλονεικία. Φίλων τοιγαροῦν, ὦ Λυκῖνε, καὶ ὁ Χαρῖνος αὐτός, εἰ βουλοίμεθα τἀληθῆ ἀκοῦσαι καὶ ὅπως ἐπράχθη ἕκαστα, παρὰ σὲ ἡμᾶς ἥκειν ἐκέλευσε. καὶ τὸν Διόνικον γὰρ αὐτὸν εἰπεῖν ὡς αὐτὸς μὲν οὐ παραγένοιτο ἅπασι, σὲ δὲ ἀκριβῶς εἰδέναι τὰ γεγενημένα καὶ τοὺς λόγους αὐτοὺς ἂν ἂν Bekker : not in MSS. ἀπομνημονεῦσαι ἅτε μὴ παρέργως τῶν τοιούτων, ἀλλʼ ἐν σπουδῇ ἀκροώμενον. ὥστε οὐκ ἂν φθάνοις ἑστιῶν ἡμᾶς ἡδίστην ταύτην ἑστίασιν, ἧς οὐκ οἶδα τίς οὐκ οἶδα τίς Bekker: οὐκ οἱδʼ ἄν τις MSS. ἡδίων ἔμοιγε, καὶ μάλιστα ὅσῳ νήφοντες ἐν εἰρήνῃ καὶ ἀναιμωτὶ ἔξω βέλους ἑστιασόμεθα, εἴτε γέροντες ἐπαρῴνησάν τι παρὰ τὸ δεῖπνον εἴτε νέοι, εἰπεῖν τε ὅσα ἥκιστα ἐχρῆν ὑπὸ τοῦ ἀκράτου προαχθέντες καὶ πρᾶξαι. Λυκῖνος νεανικώτερα ἡμᾶς, ὦ Φίλων, ἀξιοῖς ἐκφέρειν ταῦτα πρὸς τοὺς πολλοὺς καὶ ἐπεξιέναι διηγουμένους πράγματα ἐν οἴνῳ καὶ μέθῃ γενόμενα, δέον λήθην ποιήσασθαι αὐτῶν καὶ νομίζειν ἐκεῖνα πάντα θεοῦ ἔργα τοῦ Διονύσου εἶναι, ὃς οὐκ οἶδα εἴ τινα τῶν αὑτοῦ ὀργίων ἀτέλεστον καὶ ἀβάκχευτον περιεῖδεν. ὅρα οὖν μὴ κακοήθων τινῶν ἀνθρώπων ᾖ τὸ ἀκριβῶς τὰ τοιαῦτα ἐξετάζειν, ἃ καλῶς ἔχει ἐν τῷ συμποσίῳ καταλιπόντας ἀπαλλάττεσθαι. μισῶ γάρ, φησὶ καὶ ὁ ποιητικὸς λόγος, μνάμονα συμπόταν. καὶ οὐδὲ ὁ Διόνικος ὀρθῶς ἐποίησε πρὸς τὸν Χαρῖνον ταῦτα ἐξαγορεύσας καὶ πολλὴν τὴν ἑωλοκρασίαν κατασκεδάσας ἀνδρῶν φιλοσόφων. ἐγὼ δέ, ἄπαγε, οὐκ ἄν τι τοιοῦτον εἴποιμι. Φίλων Θρύπτῃ ταῦτα, ὦ Λυκῖνε. ἀλλʼ οὔτι γε πρὸς ἐμὲ οὕτω ποιεῖν ἐχρῆν, ὃς ἀκριβῶς πολὺ πλέον ἐπιθυμοῦντά σε εἰπεῖν οἶδα ἢ ἐμὲ ἀκοῦσαι, καί μοι δοκεῖς, εἰ ἀπορήσειας τῶν ἀκουσομένων, κἂν πρὸς κίονά τινα ἢ πρὸς ἀνδριάντα ἡδέως ἂν προσελθὼν ἐκχέαι πάντα συνείρων ἀμυστί. εἰ γοῦν ἐθελήσω ἀπαλλάττεσθαι νῦν, οὐκ ἐάσεις με ἀνήκοον ἀπελθεῖν, ἀλλʼ ἕξει ἕξει Fritzsche : ἕξεις (ἤξεις) MSS. καὶ παρακολουθήσεις καὶ δεήσει. κἀγὼ θρύψομαι πρὸς σὲ ἐν τῷ μέρει· καὶ εἴ γε δοκεῖ, ἀπίωμεν ἄλλου αὐτὰ πευσόμενοι, σὺ δὲ μὴ λέγε. Λυκῖνος μηδὲν πρὸς ὀργήν· διηγήσομαι γάρ, ἐπείπερ οὕτως προθυμῇ, ἀλλʼ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς. Φίλων εἰ μὴ παντάπασιν ἐγὼ ἐπιλέλησμαι Λυκίνου, αὐτὸς σὺ ἄμεινον ποιήσεις αὐτὸ καὶ φθάσεις εἰπὼν ἅπασιν, ὥστε οὐδὲν ἐμοῦ δεήσει. Φίλων ἀλλʼ ἐκεῖνό μοι πρῶτον εἰπέ, τῷ παιδὶ τῷ Ζήνωνι ὁ Ἀρισταίνετος ἀγόμενος γυναῖκα εἱστία ὑμᾶς; Λυκῖνος οὔκ, ἀλλὰ τὴν θυγατέρα ἐξεδίδου αὐτὸς τὴν Κλεανθίδα τῷ Εὐκρίτου τοῦ δανειστικοῦ, τῷ φιλοσοφοῦντι. Φίλων Παγκάλῳ νὴ Δία μειρακίῳ, ἁπαλῷ γε μὴν ἔτι καὶ οὐ πάνυ καθʼ ὥραν γάμων. Λυκῖνος ἀλλʼ οὐκ εἶχεν ἄλλον ἐπιτηδειότερον, οἶμαι. τοῦτον οὖν κόσμιόν τε εἶναι δοκοῦντα καὶ πρὸς φιλοσοφίαν ὡρμημένον, ἔτι δὲ μόνον ὄντα πλουσίῳ τῷ Εὐκρίτῳ, προείλετο νυμφίον ἐξ ἁπάντων. Φίλων οὐ μικρὰν λέγεις αἰτίαν τὸ πλουτεῖν τὸν Εὔκριτον. ἀτὰρ οὖν, ὦ Λυκῖνε, τίνες οἱ δειπνοῦντες ἦσαν;