τὸ δὲ ἄρα οὐ τὸ ὁμόφυλον τῶν στοιχείων μόνον ἀδικεῖ γένος, ἀλλʼ ἤδη καὶ πρὸς τὸ ἀνθρώπειον μεταβέβηκε τουτονὶ τὸν τρόπον· οὐ γὰρ ἐπιτρέπει γε αὐτοὺς κατʼ εὐθὺ φέρεσθαι ταῖς γλώσσαις· μᾶλλον δέ, ὦ δικασταί, μεταξὺ γάρ με πάλιν τὰ τῶν ἀνθρώπων πράγματα ἀνέμνησε περὶ τῆς γλώσσης, καὶ καὶ Harmon: ὅτι καὶ MSS. ταύτης με τὸ μέρος μιαρὸν Cαpps. ἀπήλασε καὶ γλῶτταν ποιεῖ τὴν γλῶσσαν. ὦ γλώσσης ἀληθῶς νόσημα Ταῦ. ἀλλὰ μεταβήσομαι πάλιν ἐπʼ ἐκεῖνο καὶ τοῖς ἀνθρώποις συναγορεύσω ὑπὲρ ὧν εἰς αὐτοὺς πλημμελεῖ· δεσμοῖς γάρ τισι στρεβλοῦν καὶ σπαράττειν αὐτῶν τὴν φωνὴν ἐπιχειρεῖ. καὶ ὁ μέν τι καλὸν ἰδὼν καλὸν εἰπεῖν αὐτὸ βούλεται, τὸ δὲ παρεισπεσὸν ταλὸν εἰπεῖν αὐτοὺς ἀναγκάζει ἐν ἅπασι προεδρίαν ἔχειν ἀξιοῦν· πάλιν ἕτερος περὶ κλήματος διαλέγεται, τὸ δὲ — τλῆμον γάρ ἐστιν ἀληθῶς — τλῆμα πεποίηκε τὸ κλῆμα. καὶ οὐ μόνον γε τοὺς τυχόντας ἀδικεῖ, ἀλλʼ ἤδη καὶ τῷ μεγάλῳ βασιλεῖ, ᾧ καὶ γῆν καὶ θάλασσαν εἶξαί φασι καὶ τῆς αὑτῶν φύσεως ἐκστῆναι, τὸ δὲ καὶ τούτῳ ἐπιβουλεύει καὶ Κῦρον αὐτὸν ὄντα Τῦρόν τινα ἀπέφηνεν. οὕτω μὲν οὖν ὅσον ἐς φωνὴν ἀνθρώπους ἀδικεῖ· ἔργῳ δὲ πῶς; κλάουσιν ἄνθρωποι καὶ τὴν αὑτῶν τύχην ὀδύρονται καὶ Κάδμῳ καταρῶνται πολλάκις, ὅτι τὸ Ταῦ ἐς τὸ τῶν στοιχείων γένος παρήγαγε· τῷ γὰρ τούτου σώματί φασι τοὺς τυράννους ἀκολουθήσαντας καὶ μιμησαμένους αὐτοῦ τὸ πλάσμα ἔπειτα σχήματι τοιούτῳ ξύλα τεκτήναντας ἀνθρώπους ἀνασκολοπίζειν ἐπʼ αὐτά· ἀπὸ δὲ δὲ Harmon: δὴ MSS. τούτου καὶ τῷ τεχνήματι τῷ πονηρῷ τὴν πονηρὰν ἐπωνυμίαν συνελθεῖν. τούτων οὖν ἁπάντων ἕνεκα πόσων θανάτων τὸ Ταῦ ἄξιον εἶναι νομίζετε; ἐγὼ μὲν γὰρ οἶμαι δικαίως τοῦτο μόνον ἐς τὴν τοῦ Ταῦ τιμωρίαν ὑπολείπεσθαι, τὸ τῷ σχήματι τῷ αὑτοῦ τὴν δίκην ὑποσχεῖν. ὑποσχεῖν MSS. add ὑποσχεῖν, ὃ δὴ σταυρὸς εἶναι ὁπὸ τούτου μὲν ἐδηαιουργήθη, ὑπὸ δὲ ἀνθρώπων ὀνομάζεται, excisel by Sommnerbrodt.