ΤΟΙΣ ΕΠΤΑ ΦΩΝΗΕΣΙΝ ΔΙΚΗ ΣΥΜΦΩΝΩΝ ΤΟΥ ΣΙΓΜΑ ΠΡΟΣ ΤΟ ΤΑΥ ΥΠΟ ΤΟΙΣ ΕΠΤΑ ΦΩΝΗΕΣΙΝ So in Γ: ΔΙΚΗ ΦΩΝΗΕΝΤΩΝ vulg. [Ἐπὶ ἄρχοντος Ἀριστάρχου Φαληρέως, Πυανεψιῶνος ἑβδόμῃ ἱσταμένου, γραφὴν ἔθετο τὸ Σῖγμα πρὸς τὸ Ταῦ ἐπὶ τῶν ἑπτὰ Φωνηέντων βίας καὶ ὑπαρχόντων ἁρπαγῆς, ἀφῃρῆσθαι λέγον πάντων τῶν ἐν διπλῷ ταῦ ἐκφερομένων.] Ἐπὶ...ἐκφερομένων Wanting in Γ. Μέχρι μέν, ὦ Φωνήεντα δικασταί, ὀλίγα ἠδικούμην ὑπὸ τουτουὶ τοῦ Ταῦ καταχρωμένου τοῖς ἐμοῖς καὶ καταίροντος ἔνθα μὴ δεῖ, οὐ βαρέως ἔφερον τὴν βλάβην καὶ παρήκουον ἔνια τῶν λεγομένων ὑπὸ τῆς μετριότητος, ἣν ἴστε με φυλάσσοντα πρός τε ὑμᾶς καὶ τὰς ἄλλας συλλαβάς· ἐπεὶ δὲ ἐς τοσοῦτον ἥκει πλεονεξίας τε καὶ ἀνομίας, ἀνομίας Lehmann, Herwerden, Sommerbrodt: ἀνοίας MSS. ὥστε ἐφʼ οἷς ἡσύχασα πολλάκις οὐκ ἀγαπῶν, ἄλλʼ ἄλλʼ K. Schwartz: ἀλλʼ (or word omitted) MSS. ἤδη καὶ πλείω προσβιάζεται, ἀναγκαίως αὐτὸ εὐθύνω νῦν παρὰ τοῖς ἀμφότερα εἰδόσιν ὑμῖν. δέος δὲ οὐ μικρόν μοι ἐπὶ τούτοις τούτοις Herwerden: τοῖς (τῆς) MSS. τῆς ἀποθλίψεως ἐπέρχεται τῆς ἐμαυτοῦ· τοῖς γὰρ προπεπραγμένοις ἀεί τι μεῖζον προστιθὲν ἄρδην με τῆς οἰκείας ἀποθλίψει χώρας, ὡς ὀλίγου δεῖν ἡσυχίαν ἀγαγόντα μηδὲ ἐν γράμμασιν ἀριθμεῖσθαι, ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ ψόφου Γ: φόβον ΩΣ. ψόφου.