<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="26"><p rend="align(indent)"> τοιγαροῦν πολλῶν κακῶν ὁ βίος ἐπλήσθη ὑπὸ τῶν οὕτω ῥᾳδίως καὶ ἀνεξετάστως πεπιστευμένων διαβολῶν. ἡ μὲν γὰρ Ἄντεια <quote rend="blockquote"><l>τεθναίης (φησίν), ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, </l><l><corr>ὅς</corr> μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ</l></quote> αὐτὴ προτέρα ἐπιχειρήσασα καὶ ὑπεροφθεῖσα. <pb n="v.1.p.388"/> καὶ μικροῦ ὁ νεανίας ἐν τῇ πρὸς τὴν Χίμαιραν συμπλοκῇ διεφθάρη ἐπιτίμιον σωφροσύνης ὑποσχὼν καὶ τῆς πρὸς τὸν ξένον αἰδοῦς ὑπὸ μάχλου γυναικὸς ἐπιβεβουλευμένος. ἡ δὲ Φαίδρα, κἀκείνη τὰ ὅμοια κατειποῦσα τοῦ προγόνου, ἐπάρατον ἐποίησε τὸν Ἱππόλυτον γενέσθαι ὑπὸ τοῦ πατρὸς οὐδέν, ὦ θεοί, οὐδὲν ἀνόσιον εἰργασμένον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="27"><p rend="align(indent)"> ναί, <corr>φήσει</corr> τις· ἀλλʼ ἀξιόπιστός ἐστιν ἐνίοτε ὁ διαβάλλων ἀνὴρ τά τε ἄλλα δίκαιος καὶ συνετὸς εἶναι δοκῶν, καὶ ἐχρῆν προσέχειν αὐτῷ ἅτε μηδὲν ἂν τοιοῦτο κακουργήσαντι. ἆρʼ οὖν τοῦ Ἀριστείδου ἔστι τις δικαιότερος; ἀλλʼ ὅμως κἀκεῖνος συνέστη ἐπὶ τὸν Θεμιστοκλέα καὶ συμπαρώξυνε τὸν δῆμον, ἧς, φασίν, ἐκεῖνος πολιτικῆς φιλοτιμίας ὑποκεκνισμένος.<note xml:lang="mul" type="footnote" n="v.1.p.388.n.1">ὑποκεκνισμένος MSS.: ὕπο κεκνισμένος Guyet. The construction is correctly explained in the scholia.</note> δίκαιος μὲν γὰρ ὡς πρὸς τοὺς ἄλλους Ἀριστείδης, ἄνθρωπος δὲ καὶ αὐτὸς ἦν καὶ χολὴν εἶχε, καὶ ἠγάπα τινὰ καὶ ἐμίσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="28"><p> καὶ εἴ γε ἀληθής ἐστιν ὁ περὶ τοῦ Παλαμήδους λόγος, ὁ συνετώτατος τῶν Ἀχαιῶν κἀν τοῖς ἄλλοις ἄριστος τὴν ἐπιβουλὴν καὶ ἐνέδραν ὑπὸ φθόνου φαίνεται συντεθεικὼς κατὰ ἀνδρὸς ὁμαίμου καὶ φίλου καὶ ἐπὶ τὸν αὐτὸν κίνδυνον ἐκπεπλευκότος· οὕτως ἔμφυτον ἅπασιν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα ἁμαρτία. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="29"><p> τί γὰρ ἄν τις ἢ τὸν Σωκράτην λέγοι τὸν ἀδίκως πρὸς τοὺς Ἀθηναίους διαβεβλημένον ὡς ἀσεβῆ <pb n="v.1.p.390"/> καὶ ἐπίβουλον; ἢ τὸν Θεμιστοκλέα ἢ τὸν Μιλτιάδην, τοὺς μετὰ τηλικαύτας νίκας ἐπὶ προδοσίᾳ τῆς Ἑλλάδος ὑπόπτους γενομένους; μυρία γὰρ τὰ παραδείγματα καὶ σχεδὸν τὰ πλεῖστα ἤδη γνώριμα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="30"><p rend="align(indent)"> τί οὖν χρὴ καὶ ποιεῖν τόν γε νοῦν ἔχοντα ἢ ἀρετῆς ἢ ἀληθείας ἀμφισβητοῦντα; ὅπερ, οἶμαι, καὶ Ὅμηρος ἐν τῷ περὶ Σειρήνων μύθῳ ᾐνίξατο παραπλεῖν κελεύσας τὰς ὀλεθρίους ταύτας τῶν ἀκουσμάτων ἡδονὰς καὶ ἀποφράττειν τὰ ὦτα καὶ μὴ ἀνέδην αὐτὰ ἀναπεταννύειν τοῖς πάθει προειλημμένοις, ἀλλʼ ἐπιστήσαντα ἀκριβῆ θυρωρὸν τὸν λογισμὸν ἅπασι τοῖς λεγομένοις τὰ μὲν ἄξια προσίεσθαι καὶ παραβάλλεσθαι, τὰ φαῦλα δὲ ἀποκλείειν καὶ ἀπωθεῖν· καὶ γὰρ ἂν εἴη γελοῖον τῆς μὲν οἰκίας θυρωροὺς καθιστάναι, τὰ ὦτα δὲ καὶ τὴν διάνοιαν ἀνεῳγμένα ἐᾶν. </p></div></div></body></text></TEI>