<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="21"><p> καὶ τὰ μὲν ἐκτὸς ταῦτα. ἔνδοθεν δὲ πολλαὶ προδοσίαι συναγωνίζονται τὰς χεῖρας ὀρέγουσαι καὶ τὰς πύλας ἀναπετῶσαι καὶ πάντα τρόπον τῇ ἁλώσει τοῦ ἀκούοντος συμπροθυμούμεναι. πρῶτον μὲν τὸ φιλόκαινον, ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει, καὶ τὸ ἁψίκορον, ἔπειτα δὲ τὸ πρὸς τὰ παράδοξα τῶν ἀκουσμάτων ἑπόμενον.<note xml:lang="mul" type="footnote" n="v.1.p.382.n.2">ἑλκόμενον? Harmon</note> οὐ γὰρ οἶδʼ ὅπως ἡδόμεθα πάντες λαθρηδὰ καὶ πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες·<note xml:lang="mul" type="footnote" n="v.1.p.382.n.3">πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες Text Du Soul: λαθρηδὰ καὶ πρὸς τὰς λεγομένας καὶ μεστὰς ὑπονοίας ἀκούοντες (ἀκοάς) MSS.: καὶ πρὸς τὰς λαθρηδὰ λεγομένας καὶ μεστὰς ὑπονοίας ἀκοάς Jacobitz.</note> οἶδα γοῦν τινας οὕτως ἡδέως γαργαλιζομένους τὰ ὦτα ὑπὸ τῶν διαβολῶν ὥσπερ τοὺς πτεροῖς κνωμένους.  </p></div><pb n="v.1.p.384"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="22"><p rend="align(indent)"> ἐπειδὰν τοίνυν ὑπὸ τούτων ἁπάντων συμμαχούμενοι προσπέσωσι, κατὰ κράτος αἱροῦσιν, οἶμαι, καὶ οὐδὲ δυσχερὴς ἡ νίκη γένοιτʼ ἂν μηδενὸς ἀντιπαραταττομένου μηδὲ ἀμυνομένου τὰς προσβολάς, ἀλλὰ τοῦ μὲν ἀκούοντος ἑκόντος ἑαυτὸν ἐνδιδόντος, τοῦ διαβαλλομένου δὲ τὴν ἐπιβουλὴν ἀγνοοῦντος· ὥσπερ γὰρ ἐν νυκτὶ πόλεως ἁλούσης καθεύδοντες οἱ διαβαλλόμενοι φονεύονται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="23"><p rend="align(indent)"> καὶ τὸ πάντων οἴκτιστον, ὁ μὲν οὐκ εἰδὼς τὰ γεγενημένα προσέρχεται τῷ φίλῳ φαιδρὸς ἅτε μηδὲν ἑαυτῷ φαῦλον συνεπιστάμενος καὶ τὰ συνήθη λέγει καὶ ποιεῖ, παντὶ τρόπῳ ὁ ἄθλιος ἐνηδρευμένος· ὁ δὲ ἢν μὲν ἔχῃ τι γενναῖον καὶ ἐλεύθερον καὶ παρρησιαστικόν, εὐθὺς ἐξέρρηξε τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐξέχεε, καὶ τέλος τὴν ἀπολογίαν προσιέμενος ἔγνω μάτην κατὰ τοῦ φίλου παρωξυμμένος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="24"><p> ἢν δὲ ἀγεννέστερος καὶ ταπεινότερος, προσίεται μὲν καὶ προσμειδιᾷ τοῖς χείλεσιν ἄκροις, μισεῖ δὲ καὶ λάθρᾳ τοὺς ὀδόντας διαπρίει καί, ὡς ὁ ποιητής φησι, βυσσοδομεύει <corr>τὴν</corr> ὀργήν. οὗ δὴ ἐγὼ οὐδὲν οἶμαι ἀδικώτερον οὐδὲ δουλοπρεπέστερον, ἐνδακόντα τὸ χεῖλος ὑποτρέφειν τὴν χολὴν καὶ τὸ μῖσος ἐν αὑτῷ κατάκλειστον αὔξειν ἕτερα μὲν κεύθοντα ἐνὶ φρεσίν, ἄλλα δὲ λέγοντα καὶ ὑποκρινόμενον ἱλαρῷ καὶ κωμικῷ τῷ προσώπῳ μάλα περιπαθῆ τινα καὶ ἰοῦ γέμουσαν τραγῳδίαν. μάλιστα δὲ τοῦτο πάσχουσιν, ἐπειδὰν πάλαι φίλος ὁ ἐνδιαβάλλων δοκῶν εἶναι τῷ ἐνδιαβαλλομένῳ ποιῆται ὅμως· τότε γὰρ οὐδὲ φωνὴν <pb n="v.1.p.386"/> ἀκούειν ἔτι θέλουσι τῶν διαβαλλομένων ἢ τῶν ἀπολογουμένων, τὸ ἀξιόπιστον τῆς κατηγορίας ἐκ τῆς πάλαι δοκούσης φιλίας προειληφότες, οὐδὲ τοῦτο λογιζόμενοι, ὅτι πολλαὶ πολλάκις ἐν τοῖς φιλτάτοις μίσους παραπίπτουσιν αἰτίαι τοὺς ἄλλους λανθάνουσαι· καὶ ἐνίοτε οἷς αὐτός τις ἔνοχός ἐστι, ταυτὶ φθάσας <corr>κατηγόρησε</corr> τοῦ πλησίον ἐκφυγεῖν οὕτω πειρώμενος τὴν διαβολήν. καὶ ὅλως ἐχθρὸν μὲν οὐδεὶς ἂν τολμήσειε <corr>διαβαλεῖν·</corr> ἄπιστος γὰρ αὐτόθι ἡ κατηγορία πρόδηλον ἔχουσα τὴν <corr>αἰτίαν·</corr> τοῖς δοκοῦσι δὲ μάλιστα φίλοις ἐπιχειροῦσι τὴν πρὸς τοὺς ἀκούοντας εὔνοιαν ἐμφῆναι προαιρούμενοι, ὅτι ἐπὶ τῷ ἐκείνων συμφέροντι οὐδὲ τῶν οἰκειοτάτων ἀπέσχοντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="25"><p rend="align(indent)"> εἰσὶ δέ τινες οἳ κἂν μάθωσιν ὕστερον ἀδίκως διαβεβλημένους παρʼ αὐτοῖς τοὺς <corr>φίλους,</corr> ὅμως ὑπʼ αἰσχύνης ὧν ἐπίστευσαν οὐδʼ ἔτι προσίεσθαι οὐδὲ προσβλέπειν τολμῶσιν αὐτοῖς ὥσπερ ἠδικημένοι, ὅτι μηδὲν ἀδικοῦντας ἐπέγνωσαν. </p></div></div></body></text></TEI>