<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="21"><p> καὶ τὰ μὲν ἐκτὸς ταῦτα. ἔνδοθεν δὲ πολλαὶ προδοσίαι συναγωνίζονται τὰς χεῖρας ὀρέγουσαι καὶ τὰς πύλας ἀναπετῶσαι καὶ πάντα τρόπον τῇ ἁλώσει τοῦ ἀκούοντος συμπροθυμούμεναι. πρῶτον μὲν τὸ φιλόκαινον, ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει, καὶ τὸ ἁψίκορον, ἔπειτα δὲ τὸ πρὸς τὰ παράδοξα τῶν ἀκουσμάτων ἑπόμενον.<note xml:lang="mul" type="footnote" n="v.1.p.382.n.2">ἑλκόμενον? Harmon</note> οὐ γὰρ οἶδʼ ὅπως ἡδόμεθα πάντες λαθρηδὰ καὶ πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες·<note xml:lang="mul" type="footnote" n="v.1.p.382.n.3">πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες Text Du Soul: λαθρηδὰ καὶ πρὸς τὰς λεγομένας καὶ μεστὰς ὑπονοίας ἀκούοντες (ἀκοάς) MSS.: καὶ πρὸς τὰς λαθρηδὰ λεγομένας καὶ μεστὰς ὑπονοίας ἀκοάς Jacobitz.</note> οἶδα γοῦν τινας οὕτως ἡδέως γαργαλιζομένους τὰ ὦτα ὑπὸ τῶν διαβολῶν ὥσπερ τοὺς πτεροῖς κνωμένους.  </p></div><pb n="v.1.p.384"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg013.perseus-grc2" n="22"><p rend="align(indent)"> ἐπειδὰν τοίνυν ὑπὸ τούτων ἁπάντων συμμαχούμενοι προσπέσωσι, κατὰ κράτος αἱροῦσιν, οἶμαι, καὶ οὐδὲ δυσχερὴς ἡ νίκη γένοιτʼ ἂν μηδενὸς ἀντιπαραταττομένου μηδὲ ἀμυνομένου τὰς προσβολάς, ἀλλὰ τοῦ μὲν ἀκούοντος ἑκόντος ἑαυτὸν ἐνδιδόντος, τοῦ διαβαλλομένου δὲ τὴν ἐπιβουλὴν ἀγνοοῦντος· ὥσπερ γὰρ ἐν νυκτὶ πόλεως ἁλούσης καθεύδοντες οἱ διαβαλλόμενοι φονεύονται. </p></div></div></body></text></TEI>