ἀλλὰ ταῦτα μὲν περί τε τῶν μακροβίων γενῶν καὶ τῶν ἐθνῶν, ἅτινά φασιν ὡς ἐπὶ πλεῖστον διαγίγνεσθαι χρόνον, οἱ μὲν διὰ τὴν γῆν καὶ τὸν ἀέρα, οἱ δὲ διὰ τὴν δίαιταν, οἱ δὲ καὶ διʼ ἄμφω. ἐγὼ δʼ ἄν σοι δικαίως τὴν ἐλπίδα ῥᾳδίαν ῥᾳδίαν Schwartz: ῥᾳδίως MSS. παράσχοιμι ἱστορήσας ὅτι καὶ κατὰ πᾶσαν γῆν καὶ κατὰ πάντα ἀέρα μακρόβιοι γεγόνασιν ἄνδρες οἱ γυμνασίοις τοῖς προσήκουσιν καὶ διαίτῃ τῇ ἐπιτηδειοτάτῃ πρὸς ὑγίειαν χρώμενοι. διαίρεσιν δὲ τοῦ λόγου ποιήσομαι τὴν πρώτην κατὰ τἀπιτηδεύματα τῶν ἀνδρῶν, καὶ πρώτους γέ σοι τοὺς βασιλικοὺς καὶ τοὺς στρατηγικοὺς ἄνδρας ἱστορήσω, ὧν ἕνα ἡ ἡ Marcilius, Maius: καὶ MSS. εὐσεβεστάτη μεγάλου θειοτάτου αὐτοκράτορος τύχη εἰς τὴν τελεωτάτην ἀγαγοῦσα τάξιν εὐεργέτηκε τὰ μέγιστα τὴν οἰκουμένην τὴν ἑαυτοῦ· οὕτω γὰρ ἂν ἀπιδὼν καὶ σὺ τῶν μακροβίων ἀνδρῶν πρὸς τὸ ὅμοιον τῆς ἕξεως καὶ τῆς τύχης ἑτοιμότερον ἐλπίσειας γῆρας ὑγιεινὸν καὶ μακρὸν καὶ ἅμα ζηλώσας ἐργάσαιο σαυτῷ τῇ διαίτῃ μέγιστόν τε ἅμα καὶ ὑγιεινότατον βίον. Πομπίλιος Νουμᾶς ὁ εὐδαιμονέστατος τῶν Ῥωμαίων βασιλέων καὶ μάλιστα περὶ τὴν θεραπείαν τῶν θεῶν ἀσχοληθεὶς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη βεβιωκέναι ἱστορεῖται. Σέρβιος δὲ Τούλλιος Ῥωμαίων καὶ οὗτος βασιλεὺς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη καὶ αὐτὸς βιῶσαι ἱστορεῖται. Ταρκυίνιος δὲ ὁ τελευταῖος Ῥωμαίων βασιλεὺς φυγαδευθεὶς καὶ ἐπὶ Κύμης διατρίβων ὑπὲρ τὰ ἐνενήκοντα ἔτη λέγεται στερρότατα βιῶσαι. οὗτοι μὲν οὖν Ῥωμαίων βασιλεῖς, οἷς συνάψω καὶ τοὺς λοιποὺς βασιλέας τοὺς εἰς μακρὸν γῆρας ἀφικομένους καὶ μετʼ αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα ἑκάστους. ἐπὶ τέλει δέ σοι καὶ τοὺς λοιποὺς Ῥωμαίων τοὺς εἰς μήκιστον γῆρας ἀφικομένους προσαναγράψω, προσθεὶς ἅμα καὶ τοὺς κατὰ τὴν λοιπὴν Ἰταλίαν ἐπὶ πλεῖστον βιώσαντας· ἀξιόλογος γὰρ ἔλεγχος ἡ ἱστορία τῶν διαβάλλειν πειρωμένων τὸν ἐνταῦθα ἀέρα, ὥστε καὶ ἡμᾶς χρηστοτέρας ἔχειν τὰς ἐλπίδας, τελείους ἡμῖν τὰς εὐχὰς ἔσεσθαι πρὸς τὸ εἰς μήκιστόν τε καὶ λιπαρὸν τὸν πάσης γῆς καὶ θαλάττης δεσπότην γῆρας ἀφικέσθαι, τῇ ἑαυτοῦ οἰκουμένῃ διαρκέσοντα διαρκέσοντα H, variant in B: βασιλεύοντα other MSS. ἤδη καὶ γέροντα. Ἀργανθώνιος μὲν οὖν Ταρτησσίων βασιλεὺς πεντήκοντα καὶ ἑκατὸν ἔτη βιῶναι λέγεται, ὡς Ἡρόδοτος ὁ λογοποιὸς καὶ ὁ μελοποιὸς Ἀνακρέων· ἀλλὰ τοῦτο μὲν μῦθός τισι δοκεῖ. Ἀγαθοκλῆς δὲ ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα ἐτελεύτα, ἐνενήκοντα ἐτελεύτα Text Schwartz, and correction in Γ: ἐνενήκοντα πέντε (i.e. ε ) τελευτᾷ MSS. καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν. Ἱέρων τε ὁ Συρακουσίων τύραννος δύο καὶ ἐνενήκοντα ἐτῶν γενόμενος ἐτελεύτα νόσῳ, βασιλεύσας ἑβδομήκοντα ἔτη, ὥσπερ Δημήτριός τε ὁ Καλλατιανὸς καὶ ἄλλοι λέγουσιν. Ἀτέας δὲ Σκυθῶν βασιλεὺς μαχόμενος πρὸς Φίλιππον περὶ τὸν Ἴστρον ποταμὸν ἔπεσεν ὑπὲρ τὰ ἐνενήκοντα ἔτη γεγονώς. Βάρδυλις δὲ ὁ Ἰλλυριῶν βασιλεὺς ἀφʼ ἵππου λέγεται μάχεσθαι ἐν τῷ πρὸς Φίλιππον πολέμῳ εἰς ἐνενήκοντα τελῶν ἔτη. Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν.