<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" n="4"><p> καὶ γένη δὲ ὅλα μακρόβια ἱστορεῖται διὰ τὴν δίαιταν, ὥσπερ Αἰγυπτίων οἱ καλούμενοι <corr>ἱερογραμματεῖς,</corr> Ἀσσυρίων δὲ καὶ Ἀράβων οἱ ἐξηγηταὶ τῶν μύθων, Ἰνδῶν δὲ οἱ καλούμενοι Βραχμᾶνες, ἄνδρες ἀκριβῶς φιλοσοφίᾳ σχολάζοντες, καὶ οἱ καλούμενοι δὲ μάγοι, γένος τοῦτο μαντικὸν καὶ θεοῖς ἀνακείμενον παρά τε Πέρσαις καὶ Πάρθοις καὶ Βάκτροις καὶ Χωρασμίοις καὶ Ἀρείοις καὶ Σάκαις καὶ Μήδοις καὶ παρὰ πολλοῖς ἄλλοις βαρβάροις, ἐρρωμένοι τέ εἰσι καὶ πολυχρόνιοι διὰ τὸ μαγεύειν διαιτώμενοι καὶ αὐτοὶ ἀκριβέστερον. </p></div></div></body></text></TEI>