Ἀνακρέων δὲ ὁ τῶν μελῶν ποιητὴς ἔζησεν ἔτη πέντε καὶ ὀγδοήκοντα, καὶ Στησίχορος δὲ ὁ μελοποιὸς ταὐτά, Σιμωνίδης δὲ ὁ Κεῖος ὑπὲρ τὰ ἐνενήκοντα. γραμματικῶν δὲ Ἐρατοσθένης μὲν ὁ Ἀγλαοῦ Κυρηναῖος, ὃν οὐ μόνον γραμματικόν, ἀλλὰ καὶ ποιητὴν ἄν τις ὀνομάσειεν καὶ φιλόσοφον καὶ γεωμέτρην, δύο καὶ ὀγδοήκοντα οὗτος ἔζησεν ἔτη. καὶ Λυκοῦργος δὲ ὁ νομοθέτης τῶν Λακεδαιμονίων πέντε καὶ ὀγδοήκοντα ἔτη ζῆσαι ἱστορεῖται. τοσούτους ἐδυνήθημεν βασιλέας καὶ πεπαιδευμένους ἀθροῖσαι· ἐπεὶ δὲ ὑπεσχόμην καὶ Ῥωμαίων τινὰς καὶ τῶν τὴν Ἰταλίαν οἰκησάντων μακροβίων ἀναγράψαι, τούτους σοι, θεῶν βουλομένων, ἱερώτατε Κυίντιλλε, ἐν ἄλλῳ δηλώσομεν λόγῳ.