<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" n="22"><p rend="align(indent)"> οὗτοι μὲν φιλοσόφων οἱ ἔνδοξοι. συγγραφέων δὲ Κτησίβιος μὲν ἐτῶν ἑκατὸν καὶ τεσσάρων<note xml:lang="mul" type="footnote" n="v.1.p.238.n.1">ἑκατον καὶ τεσσάρων Text Belin: ρκδ (a misreading of <num>ρκ΄δ</num>) MSS.</note> ἐν περιπάτῳ ἐτελεύτησεν, ὡς Ἀπολλόδωρος ἐν τοῖς χρονικοῖς ἱστορεῖ. Ἱερώνυμος δ’ ἐν πολέμοις γενόμενος καὶ πολλοὺς καμάτους ὑπομείνας καὶ τραύματα ἔζησεν ἔτη τέσσαρα καὶ ἑκατόν, ὡς Ἀγαθαρχίδης ἐν τῇ ἐνάτῃ τῶν περὶ τῆς Ἀσίας ἱστοριῶν λέγει, καὶ θαυμάζει γε τὸν ἄνδρα ὡς μέχρι τῆς τελευταίας ἡμέρας ἄρτιον ὄντα ἐν ταῖς συνουσίαις καὶ πᾶσι τοῖς αἰσθητηρίοις, μηδενὸς γενόμενον τῶν πρὸς ὑγίειαν ἐλλιπῆ. Ἑλλάνικος ὁ Λέσβιος ὀγδοήκοντα καὶ πέντε, καὶ Φερεκύδης ὁ Σύριος ὁμοίως ὀγδοήκοντα καὶ πέντε. Τίμαιος ὁ Ταυρομενίτης ἓξ καὶ ἐνενήκοντα· Ἀριστόβουλος δὲ ὁ Κασανδρεὺς ὑπὲρ τὰ ἐνενήκοντα ἔτη λέγεται βεβιωκέναι, τὴν ἱστορίαν δὲ τέταρτον καὶ ὀγδοηκοστὸν ἔτος γεγονὼς ἤρξατο συγγράφειν, ὡς <pb n="v.1.p.240"/> αὐτὸς ἐν ἀρχῇ τῆς πραγματείας λέγει. Πολύβιος δὲ ὁ Λυκόρτα Μεγαλοπολίτης ἀγρόθεν ἀνελθὼν ἀφʼ ἵππου κατέπεσεν καὶ ἐκ τούτου νοσήσας ἀπέθανεν ἐτῶν δύο καὶ ὀγδοήκοντα, Ὑψικράτης δὲ ὁ Ἀμισηνὸς συγγραφεὺς διὰ πολλῶν μαθημάτων γενόμενος ἔτη δύο καὶ ἐνενήκοντα. </p></div></div></body></text></TEI>