Ζήνων δὲ ὁ τῆς Στωϊκῆς φιλοσοφίας ἀρχηγὸς ὀκτὼ καὶ ἐνενήκοντα· ὅν φασιν εἰσερχόμενον εἰς τὴν ἐκκλησίαν καὶ προσπταίσαντα ἀναφθέγξασθαι, Τί με βοᾷς; καὶ ὑποστρέψαντα οἴκαδε καὶ ἀποσχόμενον τροφῆς τελευτῆσαι τὸν βίον. Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους καὶ ἀποκαρτερῶν ἐπελθόντων αὐτῷ παρʼ ἑταίρων τινῶν γραμμάτων προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέλιπε τὸν βίον.