<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" n="18"><p> ἐπεὶ δὲ καὶ φιλόσοφοι καὶ πάντες οἱ <corr>περὶ</corr> παιδείαν ἔχοντες, ἐπιμέλειάν πως καὶ οὗτοι ποιούμενοι ἑαυτῶν, εἰς μακρὸν <pb n="v.1.p.236"/> γῆρας ἦλθον, ἀναγράψομεν καὶ τούτων τοὺς <corr>ἱστορημένους,</corr> καὶ πρώτους γε φιλοσόφους. Δημόκριτος μὲν Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκατὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα. Ξενόφιλος δὲ ὁ μουσικός, ὥς φησιν Ἀριστόξενος, προσσχὼν τῇ Πυθαγόρου φιλοσοφίᾳ ὑπὲρ τὰ πέντε καὶ ἑκατὸν ἔτη Ἀθήνησιν ἐβίωσεν. Σόλων δὲ καὶ Θαλῆς καὶ Πιττακός, οἵτινες τῶν κληθέντων ἑπτὰ σοφῶν ἐγένοντο, ἑκατὸν ἕκαστος ἔζησεν ἔτη, </p></div></div></body></text></TEI>