<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" n="17"><p> Μασσινίσσας δὲ Μαυρουσίων βασιλεὺς ἐνενήκοντα ἐβίωσεν ἔτη. Ἄσανδρος δὲ ὁ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ ἀντὶ <corr>ἐθνάρχου</corr> βασιλεὺς ἀναγορευθεὶς Βοσπόρου περὶ ἔτη ὢν ἐνενήκοντα ἱππομαχῶν καὶ πεζομαχῶν οὐδενὸς ἥττων ἐφάνη· ὡς δὲ ἑώρα τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην<note xml:lang="mul" type="footnote" n="v.1.p.234.n.2">τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην Guyet: τοὺς ὑπὸ τῇ μάχῃ MSS.</note> Σκριβωνίῳ προστιθεμένους ἀποσχόμενος σιτίων ἐτελεύτησεν βιοὺς ἔτη τρία καὶ ἐνενήκοντα· Γοαισὸς δέ, ὥς φησιν Ἰσίδωρος ὁ Χαρακηνός, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμάνων τῆς ἀρωματοφόρου βασιλεύσας πεντεκαίδεκα καὶ ἑκατὸν γεγονὼς ἐτῶν ἐτελεύτησεν νόσῳ.</p><p rend="align(indent)"> βασιλέας μὲν οὖν τοσούτους ἱστορήκασι μακροβίους οἱ πρὸ ἡμῶν. </p></div></div></body></text></TEI>