<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" n="11"><p> Ἀντίγονος δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακεδόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύμασι πολλοῖς περιπεσὼν ἐτελεύτησεν ἐτῶν ἑνὸς <corr>καὶ</corr> <corr>ὀγδοήκοντα,</corr> ὥσπερ ὁ συστρατευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ. καὶ Λυσίμαχος δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ <corr>πρὸς</corr> Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ αὐτός φησιν Ἱερώνυμος. Ἀντίγονος δέ, ὃς υἱὸς<note xml:lang="mul" type="footnote" n="v.1.p.230.n.1">ὃς υἱὸς Harmon: υἱὸς MSS.</note> μὲν ἦν Δημητρίου, υἱωνὸς δὲ Ἀντιγόνου τοῦ μονοφθάλμου, οὗτος τέσσαρα καὶ τεσσαράκοντα Μακεδόνων ἐβασίλευσεν ἔτη, ἐβίωσε δὲ ὀγδοήκοντα, ὡς Μήδειός τε ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. ὁμοίως δὲ καὶ Ἀντίπατρος ὁ Ἰολάου μέγιστον δυνηθεὶς καὶ ἐπιτροπεύσας πολλοὺς Μακεδόνων βασιλέας ὑπὲρ τὰ ὀγδοήκοντα οὗτος ἔτη ζήσας ἐτελεύτα τὸν βίον. </p></div></div></body></text></TEI>