Ἀντίγονος δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακεδόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύμασι πολλοῖς περιπεσὼν ἐτελεύτησεν ἐτῶν ἑνὸς καὶ ὀγδοήκοντα, ὥσπερ ὁ συστρατευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ. καὶ Λυσίμαχος δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ πρὸς Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ αὐτός φησιν Ἱερώνυμος. Ἀντίγονος δέ, ὃς υἱὸς ὃς υἱὸς Harmon: υἱὸς MSS. μὲν ἦν Δημητρίου, υἱωνὸς δὲ Ἀντιγόνου τοῦ μονοφθάλμου, οὗτος τέσσαρα καὶ τεσσαράκοντα Μακεδόνων ἐβασίλευσεν ἔτη, ἐβίωσε δὲ ὀγδοήκοντα, ὡς Μήδειός τε ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. ὁμοίως δὲ καὶ Ἀντίπατρος ὁ Ἰολάου μέγιστον δυνηθεὶς καὶ ἐπιτροπεύσας πολλοὺς Μακεδόνων βασιλέας ὑπὲρ τὰ ὀγδοήκοντα οὗτος ἔτη ζήσας ἐτελεύτα τὸν βίον.