<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" n="10"><p rend="align(indent)"> Ἀργανθώνιος μὲν οὖν Ταρτησσίων βασιλεὺς πεντήκοντα καὶ ἑκατὸν ἔτη βιῶναι λέγεται, ὡς Ἡρόδοτος ὁ λογοποιὸς καὶ ὁ μελοποιὸς Ἀνακρέων· ἀλλὰ τοῦτο μὲν μῦθός τισι δοκεῖ. Ἀγαθοκλῆς δὲ ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα ἐτελεύτα,<note xml:lang="mul" type="footnote" n="v.1.p.228.n.2">ἐνενήκοντα ἐτελεύτα Text Schwartz, and correction in Γ: ἐνενήκοντα πέντε (i.e. <num>ε</num>) τελευτᾷ MSS.</note> καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν. Ἱέρων τε ὁ Συρακουσίων τύραννος δύο καὶ ἐνενήκοντα ἐτῶν γενόμενος ἐτελεύτα νόσῳ, βασιλεύσας ἑβδομήκοντα ἔτη, ὥσπερ Δημήτριός τε ὁ Καλλατιανὸς καὶ ἄλλοι λέγουσιν. Ἀτέας δὲ Σκυθῶν βασιλεὺς μαχόμενος πρὸς Φίλιππον περὶ τὸν Ἴστρον ποταμὸν ἔπεσεν ὑπὲρ τὰ ἐνενήκοντα ἔτη γεγονώς. Βάρδυλις δὲ ὁ Ἰλλυριῶν βασιλεὺς ἀφʼ <pb n="v.1.p.230"/> ἵππου λέγεται μάχεσθαι ἐν τῷ πρὸς Φίλιππον πολέμῳ εἰς ἐνενήκοντα τελῶν ἔτη. Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν. </p></div></div></body></text></TEI>