Ἀργανθώνιος μὲν οὖν Ταρτησσίων βασιλεὺς πεντήκοντα καὶ ἑκατὸν ἔτη βιῶναι λέγεται, ὡς Ἡρόδοτος ὁ λογοποιὸς καὶ ὁ μελοποιὸς Ἀνακρέων· ἀλλὰ τοῦτο μὲν μῦθός τισι δοκεῖ. Ἀγαθοκλῆς δὲ ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα ἐτελεύτα, ἐνενήκοντα ἐτελεύτα Text Schwartz, and correction in Γ: ἐνενήκοντα πέντε (i.e. ε ) τελευτᾷ MSS. καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν. Ἱέρων τε ὁ Συρακουσίων τύραννος δύο καὶ ἐνενήκοντα ἐτῶν γενόμενος ἐτελεύτα νόσῳ, βασιλεύσας ἑβδομήκοντα ἔτη, ὥσπερ Δημήτριός τε ὁ Καλλατιανὸς καὶ ἄλλοι λέγουσιν. Ἀτέας δὲ Σκυθῶν βασιλεὺς μαχόμενος πρὸς Φίλιππον περὶ τὸν Ἴστρον ποταμὸν ἔπεσεν ὑπὲρ τὰ ἐνενήκοντα ἔτη γεγονώς. Βάρδυλις δὲ ὁ Ἰλλυριῶν βασιλεὺς ἀφʼ ἵππου λέγεται μάχεσθαι ἐν τῷ πρὸς Φίλιππον πολέμῳ εἰς ἐνενήκοντα τελῶν ἔτη. Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν.