<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg010.perseus-grc2" n="11"><p> καὶ σπεύδει τις εἰς τὴν πατρίδα, κἂν νησιώτης ᾖ, κἂν παρʼ ἄλλοις εὐδαιμονεῖν δύνηται, καὶ διδομένην ἀθανασίαν οὐ προσήσεται, προτιμῶν τὸν ἐπὶ τῆς πατρίδος τάφον, καὶ ὁ τῆς πατρίδος αὐτῷ καπνὸς λαμπρότερος ὀφθήσεται τοῦ παρʼ ἄλλοις πυρός. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg010.perseus-grc2" n="12"><p> οὕτω δὲ ἄρα τίμιον εἶναι δοκεῖ παρὰ πᾶσιν ἡ πατρίς, ὥστε καὶ τοὺς πανταχοῦ νομοθέτας ἴδοι τις ἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασιν ὡς χαλεπωτάτην ἐπιβεβληκότας τὴν φυγὴν τιμωρίαν. καὶ οὐχ οἱ νομοθέται μὲν οὕτως ἔχουσιν, οἱ δὲ πιστευόμενοι τὰς στρατηγίας ἑτέρως, ἀλλʼ ἐν ταῖς μάχαις τὸ μέγιστόν ἐστι τῶν παραγγελμάτων  τοῖς παραταττομένοις, ὡς ὑπὲρ πατρίδος αὐτοῖς ὁ πόλεμος, καὶ οὐδεὶς ὅστις ἂν ἀκούσας τούτου κακὸς εἶναι θέλῃ· ποιεῖ γὰρ τὸν δειλὸν ἀνδρεῖον τὸ τῆς πατρίδος ὄνομα.</p></div></div></body></text></TEI>