τὰ μὲν δὴ ὑψηλὰ καὶ κορυφαῖα τοῦ οἴκου τοιάδε, Ὁμήρου τινὸς δεόμενα ἐπαινέτου, ἵνα αὐτὸν ἢ ὑψώροφον ὡς τὸν Ἑλένης θάλαμον ἢ αἰγλήεντα ὡς τὸν Ὄλυμπον εἴποι· τὸν δὲ ἄλλον κόσμον καὶ τὰ τῶν τοίχων γράμματα καὶ τῶν χρωμάτων τὰ κάλλη καὶ τὸ ἐναργὲς ἑκάστου καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀληθὲς ἔαρος ὄψει καὶ λειμῶνι δὲ εὐανθεῖ καλῶς ἂν ἔχοι παραβαλεῖν· πλὴν παρʼ ὅσον ἐκεῖνα μὲν ἀπανθεῖ καὶ μαραίνεται καὶ ἀλλάττεται καὶ ἀποβάλλει τὸ κάλλος, τουτὶ δὲ τὸ ἔαρ ἔαρ and ἄνθος Schwartz: τὸ ἔαρ, τὸ ἄνθος MSS. ἀΐδιον καὶ λειμὼν ἀμάραντος καὶ ἄνθος ἀθάνατον, ἅτε μόνης τῆς ὄψεως ἐφαπτομένης καὶ δρεπομένης τὸ ἡδὺ τῶν βλεπομένων. τὰ δὴ τοσαῦτα καὶ τοιαῦτα τις οὐκ ἂν ἡσθείη βλέπων ἤ τις οὐκ ἂν προθυμηθείη καὶ παρὰ τὴν δύναμιν ἐν αὐτοῖς λέγειν, εἰδὼς αἴσχιστον ὂν ἀπολειφθῆναι τῶν ὁρωμένων; ἐπαγωγότατον γάρ τι ἡ ὄψις τῶν καλῶν, οὐκ ἐπʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἵππος ἥδιον ἂν οἶμαι δράμοι κατὰ πρανοῦς πεδίου καὶ μαλακοῦ, προσηνῶς δεχομένου τὴν βάσιν καὶ ἡρέμα ὑπείκοντος τῷ ποδὶ καὶ μὴ ἀντιτυποῦντος τῇ ὁπλῇ· ἅπαντι γοῦν τότε χρῆται τῷ δρόμῳ καὶ ὅλον ἐπιδοὺς ἑαυτὸν τῷ τάχει ἁμιλλᾶται καὶ πρὸς τοῦ πεδίου τὸ κάλλος.