<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg009.perseus-grc2" n="5"><p rend="align(indent)"> καὶ μὴν οὐ κατά γε σκιὰν μόνην οὐδὲ κατὰ πλατάνου κάλλος ἡ ὑποδοχή, οὐδʼ ἂν τὴν ἐπὶ τῷ Ἰλισσῷ καταλιπὼν τὴν  βασιλέως λέγῃς τὴν <corr>χρυσῆν·</corr> ἐκείνης μὲν γὰρ ἐν τῇ πολυτελείᾳ μόνῃ τὸ θαῦμα, τέχνη δὲ ἢ κάλλος ἢ τέρψις ἢ τὸ <pb n="v.1.p.182"/> σύμμετρον ἢ τὸ εὔρυθμον οὐ συνείργαστο οὐδὲ κατεμέμικτο τῷ χρυσῷ, ἀλλʼ ἦν βαρβαρικὸν τὸ θέαμα, πλοῦτος μόνον καὶ φθόνος τῶν ἰδόντων καὶ εὐδαιμονισμὸς τῶν <corr>ἐχόντων·</corr> ἔπαινος δὲ οὐδαμοῦ προσῆν. οὐδὲ γὰρ ἔμελε τοῖς Ἀρσακίδαις τῶν καλῶν οὐδὲ πρὸς τὸ τερπνὸν ἐποιοῦντο τὰς ἐπιδείξεις οὐδʼ ἐφρόντιζον εἰ ἐπαινέσονται οἱ θεαταί, ἀλλʼ ὅπως ἐκπλαγήσονται. οὐ φιλόκαλοι γάρ, ἀλλὰ <corr>φιλόπλουτοί</corr> εἰσιν οἱ βάρβαροι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg009.perseus-grc2" n="6"><p> τούτου δὲ τοῦ οἴκου τὸ κάλλος οὐ κατὰ βαρβαρικούς τινας ὀφθαλμοὺς οὐδὲ κατὰ Περσικὴν ἀλαζονείαν ἢ βασιλικὴν μεγαλαυχίαν οὐδὲ πένητος μόνον, ἀλλὰ εὐφυοῦς θεατοῦ δεόμενον καὶ ὅτῳ μὴ ἐν τῇ ὄψει ἡ κρίσις, ἀλλά τις καὶ λογισμὸς ἐπακολουθεῖ τοῖς βλεπομένοις.<note xml:lang="mul" type="footnote" n="v.1.p.182.n.1">βλεπομένοις Seager: λεγομένοις MSS.</note></p><p rend="align(indent)">Τὸ γὰρ τῆς τε ἡμέρας πρὸς τὸ κάλλιστον ἀποβλέπειν — κάλλιστον δὴ<note xml:lang="mul" type="footnote" n="v.1.p.182.n.2">δὴ Harmon: δὲ MSS.</note> αὐτῆς καὶ ποθεινότατον ἡ <corr>ἀρχή</corr> — καὶ τὸν ἥλιον ὑπερκύψαντα εὐθὺς ὑποδέχεσθαι καὶ τοῦ φωτὸς ἐμπίπλασθαι ἐς κόρον ἀναπεπταμένων τῶν θυρῶν [καθʼ ὃ καὶ τὰ ἱερὰ βλέποντα ἐποίουν οἱ παλαιοί],<note xml:lang="mul" type="footnote" n="v.1.p.182.n.3">καθ' ὃ—παλαιοἱ “in the direction in which the ancients used to face their temples”: a gloss on τὸ...ἀποβλέπειν. Harmon</note> καὶ τὸ τοῦ μήκους πρὸς τὸ πλάτος καὶ ἀμφοῖν πρὸς τὸ ὕψος εὔρυθμον καὶ τῶν φωταγωγῶν τὸ ἐλεύθερον καὶ πρὸς ὥραν ἑκάστην εὖ ἔχον, πῶς οὐχ ἡδέα ταῦτα πάντα καὶ ἐπαίνων ἄξια; </p></div></div></body></text></TEI>