ἐπὶ δὲ τούτοις ὁ Περσεὺς πάλιν τὰ πρὸ τοῦ κήτους ἐκεῖνα τολμῶν καὶ ἡ Μέδουσα τεμνομένη τὴν κεφαλὴν καὶ Ἀθηνᾶ σκέπουσα τὸν Περσέα· ὁ δὲ τὴν μὲν τόλμαν εἴργασται, τὸ δὲ ἔργον οὐχ ἑώρακεν, πλὴν πλὴν Schwartz: πω MSS. ἐπὶ τῆς ἀσπίδος τῆς Γοργόνος τὴν εἰκόνα· οἶδε γὰρ τὸ πρόστιμον τῆς ἀληθοῦς ὄψεως. κατὰ δὲ τὸν μέσον τοῖχον ἄνω τῆς ἀντιθύρου ἀντιθύρον Guyet (cf. ἡ παράθυρος): ἀντίθυρος MSS. Ἀθηνᾶς ναὸς πεποίηται, ἡ θεὸς λίθου λευκοῦ, τὸ σχῆμα οὐ πολεμιστήριον, ἀλλʼ οἷον ἂν γένοιτο εἰρήνην ἀγούσης θεοῦ πολεμικῆς.