ἑξῆς δὲ μετὰ τήνδε τὴν εἰκόνα ἕτερον δρᾶμα γέγραπται δικαιότατον, οὗ τὸ ἀρχέτυπον ὁ γραφεὺς παρʼ Εὐριπίδου ἢ Σοφοκλέους δοκεῖ μοι λαβεῖν· ἐκεῖνοι γὰρ ὁμοίαν ἔγραψαν τὴν εἰκόνα. τὼ νεανία τὼ ἑταίρω Πυλάδης τε ὁ Φωκεὺς καὶ Ὀρέστης δοκῶν ἤδη τεθνάναι λαθόντʼ ἐς τὰ βασίλεια λαθόντ' ἐς τὰ βασίλεια Text Cobet: λαθόντε τὰ βασίλεια καὶ MSS. παρελθόντε φονεύουσιν ἄμφω τὸν Αἴγισθον· ἡ δὲ Κλυταιμνήστρα ἤδη ἀνῄρηται καὶ ἐπʼ εὐνῆς τινος ἡμίγυμνος πρόκειται καὶ θεραπεία πᾶσα, ἐκπεπληγμένοι τὸ ἔργον οἱ μὲν ὥσπερ βοῶσιν, οἱ δέ τινες ὅπῃ φύγωσι περιβλέπουσι. σεμνὸν δέ τι ὁ γραφεὺς ἐπενόησεν, τὸ μὲν ἀσεβὲς τῆς ἐπιχειρήσεως δείξας μόνον καὶ ὡς ἤδη πεπραγμένον παραδραμών, ἐμβραδύνοντας δὲ τοὺς νεανίσκους ἐργασάμενος τῷ τοῦ μοιχοῦ φόνῳ. μετὰ δὲ τοῦτο θεός ἐστιν εὔμορφος καὶ μειράκιον ὡραῖον, ἐρωτική τις παιδιά· ὁ Βράγχος ἐπὶ πέτρας καθεζόμενος ἀνέχει λαγὼν καὶ προσπαίζει τὸν κύνα, ὁ δὲ πηδησομένῳ ἔοικεν ἐπʼ αὐτὸν εἰς τὸ ὕψος, καὶ Ἀπόλλων παρεστὼς μειδιᾷ τερπόμενος ἀμφοῖν καὶ τῷ παιδὶ παίζοντι καὶ πειρωμένῳ τῷ κυνί.