ὁ δὲ ταὼς ἦρος ἀρχομένου πρὸς λειμῶνά τινα ἐλθών, ὁπότε καὶ τὰ ἄνθη πρόεισιν οὐ ποθεινότερα μόνον, ἀλλὰ καὶ ὡς ἂν εἴποι τις ἀνθηρότερα καὶ τὰς βαφὰς καθαρώτερα, τότε καὶ οὗτος ἐκπετάσας τὰ πτερὰ καὶ ἀναδείξας τῷ ἡλίῳ καὶ τὴν οὐρὰν ἐπάρας καὶ πάντοθεν αὑτῷ περιστήσας ἐπιδείκνυται τὰ ἄνθη τὰ αὑτοῦ καὶ τὸ ἔαρ τῶν πτερῶν ὥσπερ αὐτὸν προκαλοῦντος τοῦ λειμῶνος ἐς τὴν ἅμιλλαν· ἐπιστρέφει γοῦν ἑαυτὸν καὶ περιάγει καὶ ἐμπομπεύει τῷ κάλλει· ὅτε δὴ καὶ θαυμασιώτερος φαίνεται πρὸς τὴν αὐγὴν ἀλλαττομένων αὐτῷ τῶν χρωμάτων καὶ μεταβαινόντων ἠρέμα καὶ πρὸς ἕτερον εὐμορφίας εἶδος τρεπομένων. πάσχει δὲ αὐτὸ μάλιστα ἐπὶ τῶν κύκλων, οὓς ἐπʼ ἄκροις ἔχει τοῖς πτεροῖς, ἴριδός τινος ἕκαστον περιθεούσης· ὃ γὰρ τέως χαλκὸς ἦν, τοῦτο ἐγκλίναντος ὀλίγον χρυσὸς ὤφθη, καὶ τὸ ὑπὸ τῷ ἡλίῳ κυαναυγές, εἰ σκιασθείη, χλοαυγές ἐστιν· οὕτω μετακοσμεῖται πρὸς τὸ φῶς ἡ πτέρωσις. ὅτι μὲν γὰρ καὶ ἡ θάλαττα ἱκανὴ προκαλέσασθαι καὶ εἰς ἐπιθυμίαν ἐπισπάσασθαι ἐν γαλήνῃ φανεῖσα, ἴστε, κἂν μὴ εἴπω· ὅτε, εἰ καὶ παντάπασιν ἠπειρώτης καὶ ἀπειρόπλους τις εἴη, πάντως ἂν ἐθελήσειε καὶ αὐτὸς ἐμβῆναι καὶ περιπλεῦσαι καὶ πολὺ ἀπὸ τῆς γῆς ἀποσπάσαι, καὶ μάλιστα εἰ βλέποι τὴν μὲν αὔραν κούφως ἐπουριάζουσαν τὴν ὀθόνην, τὴν δὲ ναῦν προσηνῶς τε καὶ λείως ἐπʼ ἄκρων ἠρέμα διολισθάνουσαν τῶν κυμάτων. καὶ τοίνυν καὶ τοῦδε τοῦ οἴκου τὸ κάλλος ἱκανὸν καὶ παρορμῆσαι ἐς λόγους καὶ λέγοντα ἐπεγεῖραι καὶ πάντα τρόπον εὐδοκιμῆσαι παρασκευάσαι. ἐγὼ μὲν δὴ τούτοις πείθομαι καὶ ἤδη πέπεισμαι καὶ ἐς τὸν οἶκον ἐπὶ λόγοις παρελήλυθα ὥσπερ ὑπὸ ἴυγγος ἢ Σειρῆνος τῷ κάλλει ἑλκόμενος, ἐλπίδα οὐ μικρὰν ἔχων, εἰ καὶ τέως ἡμῖν ἄμορφοι ἦσαν οἱ λόγοι, καλοὺς αὐτοὺς φανεῖσθαι καθάπερ ἐσθῆτι καλῇ κεκοσμημένους. ἕτερος δέ τις οὐκ ἀγεννὴς λόγος, ἀλλὰ καὶ πάνυ γενναῖος, ὥς φησι, καὶ μεταξύ μου λέγοντος ὑπέκρουε καὶ διακόπτειν ἐπειρᾶτο τὴν ῥῆσιν καὶ ἐπειδὴ πέπαυμαι, οὐκ ἀληθῆ ταῦτα λέγειν φησί με, ἀλλὰ θαυμάζειν, εἰ φάσκοιμι ἐπιτηδειότερον εἶναι πρὸς λόγων ἐπίδειξιν οἴκου κάλλος γραφῇ καὶ χρυσῷ κεκοσμημένον· αὐτὸ γάρ που τοὐναντίον ἀποβαίνειν. μᾶλλον δέ, εἰ δοκεῖ, αὐτὸς παρελθὼν ὁ λόγος ὑπὲρ ἑαυτοῦ καθάπερ ἐν δικασταῖς ὑμῖν εἰπάτω, ὅπῃ λυσιτελέστερον ἡγεῖται τῷ λέγοντι εὐτέλειαν οἴκου καὶ ἀμορφίαν. ἐμοῦ μὲν ἀκηκόατε ἤδη λέγοντος, ὥστε οὐδὲν δέομαι δὶς περὶ τῶν αὐτῶν εἰπεῖν, ὁ δὲ παρελθὼν ἤδη λεγέτω, κἀγὼ σιωπήσομαι καὶ πρὸς ὀλίγον αὐτῷ μεταστήσομαι. ἄνδρες τοίνυν δικασταί, φησὶν ὁ λόγος, ὁ μὲν προειπὼν ῥήτωρ πολλὰ καὶ μεγάλα τόνδε τὸν οἶκον ἐπῄνεσε καὶ τῷ ἑαυτοῦ λόγῳ ἐκόσμησεν, ἐγὼ δὲ τοσούτου δέω ψόγον αὐτοῦ διεξελεύσεσθαι, ὥστε καὶ τὰ ὑπʼ ἐκείνου παραλελειμμένα προσθήσειν μοι δοκῶ· ὅσῳ γὰρ ἂν ὑμῖν καλλίων φαίνηται, τοσῷδε ὑπεναντίος τῇ τοῦ λέγοντος χρείᾳ δειχθήσεται. καὶ πρῶτόν γε ἐπειδὴ γυναικῶν καὶ κόσμου καὶ χρυσοῦ ἐκεῖνος ἐμνημόνευσεν, κἀμοὶ ἐπιτρέψατε χρήσασθαι τῷ παραδείγματι· φημὶ γὰρ οὖν καὶ γυναιξὶ καλαῖς οὐχ ὅπως συλλαμβάνειν ἐς τὸ εὐμορφότερον, ἀλλὰ καὶ ἐναντιοῦσθαι τὸν κόσμον τὸν πολύν, ὁπόταν τῶν ἐντυγχανόντων ἕκαστος ὑπὸ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν πολυτελῶν ἐκπλαγεὶς ἀντὶ τοῦ ἐπαινεῖν ἢ χρόαν ἢ βλέμμα ἢ δειρὴν ἢ πῆχυν ἢ δάκτυλον, ὁ δὲ ταῦτʼ ἀφεὶς ἐς τὴν σαρδὼ ἢ τὸν σμάραγδον ἢ τὸν ὅρμον ἢ τὸ ψέλιον ἀποβλέπῃ, ὥστε ἄχθοιτο ἂν εἰκότως παρορωμένη διὰ τὸν κόσμον, οὐκ ἀγόντων σχολὴν ἐπαινεῖν αὐτὴν τῶν θεατῶν, ἀλλὰ πάρεργον αὐτῆς ποιουμένων τὴν θέαν.