καὶ μὴν καὶ φυσικόν τινα περὶ τῶν ἀντιπόδων διαλεγόμενον ἀναστήσας καὶ ἐπὶ φρέαρ ἀγαγὼν καὶ δείξας αὐτῷ τὴν ἐν τῷ ὕδατι σκιὰν ἤρετο, Τοιούτους ἄρα τοὺς ἀντίποδας εἶναι λέγεις; ἀλλὰ καὶ μάγου τινὸς εἶναι λέγοντος καὶ ἐπῳδὰς ἔχειν ἰσχυράς, ὡς ὑπʼ αὐτῶν ἅπαντας ἀναπεισθῆναι ἀναπεισθῆναι Schwartz: ἀναπείθειν καὶ MSS. παρέχειν αὐτῷ ὁπόσα βούλεται, Μὴ θαύμαζε, ἔφη· καὶ γὰρ αὐτὸς ὁμότεχνός εἰμί σοι, καὶ εἰ βούλει, ἕπου πρὸς τὴν ἀρτόπωλιν καὶ ὄψει με διὰ μιᾶς ἐπῳδῆς καὶ μικροῦ τοῦ τοῦ MSS.: του Fritzsche. φαρμάκου πείθοντα αὐτὴν δοῦναί μοι τῶν ἄρτων, αἰνιττόμενος τὸ νόμισμα ὡς τὰ ἴσα τῇ ἐπῳδῇ δυνάμενον.