<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg008.perseus-grc2" n="21"><p rend="align(indent)"> Περεγρίνου δὲ τοῦ Πρωτέως ἐπιτιμῶντος αὐτῷ, ὅτι ἐγέλα τὰ πολλὰ καὶ τοῖς ἀνθρώποις προσέπαιζε, καὶ λέγοντος, Δημῶναξ, οὐ κυνᾷς, ἀπεκρίνατο, Περεγρῖνε, οὐκ ἀνθρωπίζεις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg008.perseus-grc2" n="22"><p rend="align(indent)"> καὶ μὴν καὶ φυσικόν τινα περὶ τῶν ἀντιπόδων διαλεγόμενον ἀναστήσας καὶ ἐπὶ φρέαρ ἀγαγὼν καὶ δείξας αὐτῷ τὴν ἐν τῷ ὕδατι σκιὰν ἤρετο, Τοιούτους ἄρα τοὺς ἀντίποδας εἶναι λέγεις; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg008.perseus-grc2" n="23"><p rend="align(indent)"> ἀλλὰ καὶ μάγου τινὸς εἶναι λέγοντος καὶ ἐπῳδὰς ἔχειν ἰσχυράς, ὡς ὑπʼ αὐτῶν ἅπαντας ἀναπεισθῆναι<note xml:lang="mul" type="footnote" n="v.1.p.156.n.1">ἀναπεισθῆναι Schwartz: ἀναπείθειν καὶ MSS.</note> παρέχειν αὐτῷ ὁπόσα βούλεται, Μὴ θαύμαζε, ἔφη· καὶ γὰρ αὐτὸς <corr>ὁμότεχνός</corr> εἰμί σοι, καὶ εἰ βούλει, ἕπου πρὸς τὴν ἀρτόπωλιν καὶ ὄψει με διὰ μιᾶς ἐπῳδῆς καὶ μικροῦ τοῦ<note xml:lang="mul" type="footnote" n="v.1.p.156.n.2">τοῦ MSS.: του Fritzsche.</note>  φαρμάκου πείθοντα αὐτὴν δοῦναί μοι τῶν ἄρτων, αἰνιττόμενος τὸ νόμισμα ὡς τὰ ἴσα τῇ ἐπῳδῇ δυνάμενον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg008.perseus-grc2" n="24"><p rend="align(indent)"> ἐπεὶ δὲ Ἡρῴδης ὁ πάνυ ἐπένθει τὸν Πολυδεύκη πρὸ ὥρας ἀποθανόντα καὶ ἠξίου ὄχημα ζεύγνυσθαι αὐτῷ καὶ ἵππους παρίστασθαι ὡς ἀναβησομένῳ καὶ δεῖπνον παρασκευάζεσθαι, προσελθών, Παρὰ Πολυδεύκους, ἔφη, κομίζω <corr>σοί</corr> <pb n="v.1.p.158"/> τινα ἐπιστολήν. ἡσθέντος δὲ ἐκείνου καὶ οἰηθέντος ὅτι κατὰ τὸ κοινὸν καὶ αὐτὸς τοῖς ἄλλοις συντρέχει τῷ πάθει αὐτοῦ, καὶ εἰπόντος, Τί οὖν, ὦ Δημῶναξ, Πολυδεύκης ἀξιοῖ; αἰτιᾶταί σε, ἔφη, ὅτι μὴ ἤδη πρὸς αὐτὸν ἄπει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg008.perseus-grc2" n="25"><p rend="align(indent)"> ὁ δʼ αὐτὸς υἱὸν πενθοῦντι καὶ ἐν σκότῳ ἑαυτὸν καθείρξαντι προσελθὼν ἔλεγεν μάγος τε εἶναι καὶ δύνασθαι αὐτῷ ἀναγαγεῖν τοῦ παιδὸς τὸ εἴδωλον, εἰ μόνον αὐτῷ τρεῖς τινας ἀνθρώπους ὀνομάσειε μηδένα πώποτε πεπενθηκότας· ἐπὶ πολὺ δὲ ἐκείνου <corr>ἐνδοιάσαντος</corr> καὶ ἀποροῦντος — οὐ γὰρ εἶχέν τινα, οἶμαι, εἰπεῖν τοιοῦτον — εἶτʼ, ἔφη, ὦ γελοῖε, μόνος ἀφόρητα πάσχειν νομίζεις μηδένα ὁρῶν πένθους ἄμοιρον; </p></div></div></body></text></TEI>