<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg007.perseus-grc2" n="30"><p rend="align(indent)"> μετὰ δὲ ταῦτα ἑτέρου δράματος ἥπτετο τῶν ἀμφὶ τὴν νέκυιάν τε καὶ διαθήκας καλινδουμένων, προστιθεὶς ὅτι μίαν φωνὴν οἱ Ῥωμαίων παῖδες ἀληθῆ παρʼ ὅλον τὸν βίον προΐενται, τὴν ἐν ταῖς διαθήκαις λέγων, ἵνα μὴ ἀπολαύσωσι τῆς σφετέρας ἀληθείας. ἃ δὲ καὶ μεταξὺ λέγοντος αὐτοῦ γελᾶν προήχθην, ὅτι καὶ συγκατορύττειν ἑαυτοῖς ἀξιοῦσι τὰς ἀμαθίας καὶ τὴν ἀναλγησίαν ἔγγραφον ὁμολογοῦσιν, οἱ μὲν ἐσθῆτας ἑαυτοῖς <pb n="v.1.p.130"/> κελεύοντες συγκαταφλέγεσθαι τῶν παρὰ τὸν βίον τιμίων, οἱ δὲ καὶ παραμένειν τινὰς οἰκέτας τοῖς τάφοις, ἔνιοι δὲ καὶ στέφειν τὰς στήλας ἄνθεσιν, εὐήθεις ἔτι καὶ παρὰ τὴν τελευτὴν διαμένοντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg007.perseus-grc2" n="31"><p> εἰκάζειν οὖν ἠξίου, τί πέπρακται τούτοις παρὰ τὸν βίον, εἰ τοιαῦτα περὶ τῶν μετὰ τὸν βίον ἐπισκήπτουσι· τούτους γὰρ εἶναι τοὺς <corr>τὸ</corr> πολυτελὲς ὄψον ὠνουμένους καὶ τὸν οἶνον ἐν τοῖς συμποσίοις μετὰ κρόκων τε καὶ ἀρομάτων ἐκχέοντας, τοὺς μέσου χειμῶνος ἐμπιπλαμένους ῥόδων καὶ τὸ σπάνιον αὐτῶν καὶ παρὰ καιρὸν ἀγαπῶντος, τῶν δʼ ἐν καιρῷ καὶ κατὰ φύσιν ὡς εὐτελῶν ὑπερηφανοῦντας, τούτους εἶναι<note xml:lang="mul" type="footnote" n="v.1.p.130.n.1">τούτους εἶναι MSS; bracketed by Schwartz.</note> τοὺς καὶ τὰ μύρα πίνοντας· ὃ καὶ μάλιστα διέσυρεν αὐτῶν, ὅτι μηδὲ χρῆσθαι ἴσασιν ταῖς ἐπιθυμίαις, ἀλλὰ κἀν ταύταις παρανομοῦσι καὶ τοὺς ὅρους συγχέουσι, πάντοθεν τῇ τρυφῇ παραδόντες αὑτῶν τὰς ψυχὰς πατεῖν, καὶ τοῦτο δὴ τὸ ἐν ταῖς τραγῳδίαις τε καὶ κωμῳδίαις λεγόμενον, <corr>ἤδη</corr> καὶ παρὰ θύραν εἰσβιαζόμενοι. σολοικισμὸν<note xml:lang="mul" type="footnote" n="v.1.p.130.n.2">σολοικισμὸν Isidorus defines a ‘solecismʼ as ‘plurimorum inter se verborum inconveniens compositio, sicut barbarismus unius verbi corruptio.ʼ The point here is the incongruousness of such pleasures.</note>  οὖν ἐκάλει τοῦτο τῶν ἡδονῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg007.perseus-grc2" n="32"><p rend="align(indent)"> ἀπὸ δὲ τῆς αὐτῆς γνώμης κἀκεῖνα ἔλεγεν, ἀτεχνῶς τοῦ Μώμου τὸν λόγον μιμησάμενος· ὡς γὰρ ἐκεῖνος ἐμέμφετο τοῦ ταύρου τὸν δημιουργὸν θεὸν οὐ προθέντα τῶν ὀφθαλμῶν τὰ κέρατα, οὕτω δὴ καὶ αὐτὸς ᾐτιᾶτο τῶν στεφανουμένων, ὅτι μὴ ἴσασι τοῦ στεφάνου τὸν τόπον· εἰ γάρ τοι, ἔφη, <pb n="v.1.p.132"/> τῇ πνοῇ τῶν ἴων τε καὶ ῥόδων χαίρουσιν, ὑπὸ τῇ ῥινὶ μάλιστα ἐχρῆν αὐτοὺς στέφεσθαι παρʼ αὐτὴν ὡς οἷόν τε τὴν ἀναπνοήν, ἵνʼ ὡς πλεῖστον ἀνέσπων τῆς ἡδονῆς. </p></div></div></body></text></TEI>